Ἰησοῦ Χριστοῦ. Ὅτι εἰς Θεὸν ἡ πίστις, κἂν εἰ ἐν προσώπῳ πράττοιτο τοῦ Χριστοῦ, σαφηνιεῖ ὁ μυσταγωγὸς διὰ τῆς προκειμένης λέξεως· κέκληνται γὰρ Ἰουδαῖοί τε καὶ Ἕλληνες πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, οἱ μὲν ὡς ἐκ πλάνης καὶ λατρείας ψευδοῦς εἰς θεογνωσίαν τὴν ἀληθῆ, οἱ δὲ εἰς ἀκριβεστέραν εἴδησιν τῆς ἐν νόμῳ παιδαγωγούμενοι. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος "διὰ τὸ ὑπερέχον τῆς γνώσεως" τοῦ Χριστοῦ ὀλίγα πεφροντικὼς τῶν ἐν νόμῳ μαθημάτων ὁρᾶται. ὅτε τοίνυν Χριστὸν κηρύττουσιν οἱ μυσταγωγοὶ, καὶ οἱ πιστεύοντες εἰς Θεὸν εἰς Θεὸν τὸν ἕνα καὶ ἀληθῶς πιστεύουσιν, πῶς οὐχὶ Θεὸς ὁ Χριστὸς οὐ νόθος, οὐ ψευδώνυμος, ἤγουν ἑτεροφυὴς παρὰ τὸν Πατέρα, ἀληθὴς δὲ μᾶλλον ὡς ἐξ αὐτοῦ κατὰ φύσιν; ἀχλύος μὲν γὰρ νοητῆς καὶ δαιμονιώδους ἀπάτης ὁ τῶν πλανωμένων μεμέστωται νοῦς, ἀλλ' ἐπηγγέλλετο Θεὸς ἐκ σκότους ἡμῖν ἀναλάμψειν τὸ φῶς· ἔφη γάρ που διὰ φωνῆς Ἡσαΐου "Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει ἴδε 343 "φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς "λάμψει ἐφ' ὑμᾶς·" καὶ ὁ θεσπέσιος δὲ ∆αυείδ φησιν, ὡς ἐκ προσώπου τῶν ἐν ἀχλύϊ καὶ σκότῳ "Ὅτι σὺ φωτιεῖς "λύχνον μου Κύριε, ὁ Θεός μου φωτιεῖς τὸ σκότος μου." ἐπειδὴ δὲ πεπλήρωται λοιπὸν ἐφ' ἡμῖν ἡ ὑπόσχεσις τοῦ Πατρὸς, καὶ τὸ θεῖον ἡμῖν καὶ νοητὸν διηύγασε φῶς, ἐγνώκαμεν αὐτοῦ τὴν δόξαν ἐν προσώπῳ Χριστοῦ· εἶτα εἴπερ ἐστὶν ὁ Χριστὸς οὐ φύσει τε καὶ ἀληθῶς Θεὸς, τὴν τοῦ Πατρὸς δόξαν ἐν αὐτῷ τεθεάμεθα; καίτοι λέγοντος ἀκούω σαφῶς τοῦ Θεοῦ καὶ Πατρός "Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω·" ἀλλ' ἰδοὺ δέδωκεν αὐτὴν τῷ Υἱῷ· οὐχ ἕτερος ἄρα παρ' αὐτόν ἐστιν, πλὴν ὅσον ἐν ὑποστάσει καὶ τὸ ὑπάρχειν ἰδικῶς, ἵνα μὴ φαίνηται ψευδοεπήσας ὁ Πατὴρ τῷ προσώπῳ τοῦ Υἱοῦ τὴν ἰδίαν δόξαν προθεὶς, καὶ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ γινωσκόμενος· πρόσωπος γάρ ἐστι καὶ εἰκὼν καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ· καὶ ἀποκαλύπτεται μὲν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, ἀποκαλύπτει δὲ καὶ αὐτὸς ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα.
ΤΟΜΟΣ Γ.
ΛΟΓΟΣ Α.
Ἐν ὀστρακίνοις σκεύεσιν. ΣΚΕΥΗ ὀστράκινα τὸ τῆς λέξεως ὀνομάζει κοινὸν, οὐ γὰρ ἐν κόμπῳ ῥημάτων τῶν θείων ἡμῖν μυστηρίων ἡ παράδοσις, ἀλλ' ὡς ἐν λέξει τῇ πᾶσι κατειθισμένῃ, ἵνα πάντες μανθάνωσι καὶ νοοῦσιν. τί οὖν, ὦ Παῦλε; οὐ γὰρ ἦν ἐφικτὸν τῷ πάντας σοφοῦντι Θεῷ τοὺς ἁγίους ἀποστόλους εὐστομωτάτους τε ἄγαν ἀποφῆναι ῥᾳδίως καὶ πολὺ μᾶλλον ἢ ἐκεῖνοι κατευγλωττισμένους καὶ κτύπῳ ῥημάτων καταπλήττειν εἰδότας τοὺς ἐντυγχάνοντας; ναί φησιν, αὐτὸς γάρ ἐστι τῆς σοφίας ὁ χορηγός· ἀλλ' ἐν ὀστρακίνοις σκεύεσι, τουτέστιν, ἐν ἕξει μικρῷ τὸν θεῖον ἡμῖν κατέκλεισε θησαῦρον. διὰ ποίαν αἰτίαν; ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν. οὕτως γὰρ ἔπεισαν πάντας προσδραμεῖν τῇ πίστει. εἰ γὰρ ἦν ἐν αὐτοῖς λαμπρὸς ὁ λόγος, ἔδοξαν ἂν ἔσθ' ὅτε οὐ τῆς αὐτοῦ δυνάμεως γεγενῆσθαι κατόρθωσις τῶν κεκλημένων ἡ πίστις. ἐπειδὴ δὲ διὰ ψιλῶν ἔπεισαν ῥημάτων οὐδεὶς ἐνδοιάζει ὅτι Θεοῦ γέγονε τῆς ἐν τούτῳ δυνάμεως ἡ ὑπερβολή. Ὀστράκινα σκεύη λέγομεν ἃ περικείμεθα σώματα ἐν τοῖς αἰσθητοῖς ὄντες, διανοίᾳ τοιαύτῃ· ἐπεὶ ἔτι σάρκα περικείμενοι τὴν ἐμποδίζουσαν τῇ θεωρίᾳ τῆς ἀληθείας, γνῶσιν ἔχομεν τὴν περὶ τῆς Τριάδος, ἡ ὑπερβολὴ τοῦ μεγέθους τῆς γνώσεως οὐκ ἐξ ἡμῶν, ἀλλ' ἐκ Θεοῦ δυνάμεως ὑπάρχουσα ἡμῖν γνωρίζεται. 345 Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι κ.τ.λ. 10