352
ἀμφοτέρων τὸ σημαι νόμενον [τό τε πρὸ τῆς συστάσεως καὶ τὸ μετὰ τὴν τοῦ συστάντος διάλυσιν]. τὸ γὰρ μὴ εἶναι τοῦ τε μὴ γεννη θέντος καὶ τοῦ τεθνηκότος πλὴν τῆς διαφορᾶς τῶν ὀνο μάτων ἴσον ἐστὶν ὑπεξῃρημένου τοῦ κατὰ τὴν ἐλπίδα τῆς 3.7.51 ἀναστάσεως λόγου. ἐπειδὴ τοίνυν ἀρχηγὸν ζωῆς καὶ αὐτο ζωὴν τὸν μονογενῆ θεὸν παρὰ τῆς γραφῆς μεμαθήκαμεν καὶ φῶς καὶ ἀλήθειαν καὶ πᾶν ὅτιπέρ ἐστιν ἐν ὀνόματι καὶ νοήματι τίμιον, ἄτοπον καὶ δυσσεβὲς εἶναί φαμεν τῷ ὄντως ὄντι συνθεωρεῖν καὶ τὸ ἐξ ἐναντίου νοούμενον, ἢ διάλυσιν εἰς φθορὰν ἢ ἀνυπαρξίαν πρὸ τῆς συστάσεως, ἀλλὰ πανταχόθεν πρὸς τὸ ἐφεξῆς καὶ πρὸς τὸ προαιώνιον ἐπεκτείνοντες ἑαυτῶν τὴν διάνοιαν οὐδαμοῦ πρὸς τὸ μὴ ὂν ταῖς ἐννοίαις λήγομεν, ἴσον εἰς ἀσέβειαν κρίνοντες οἱῳδή ποτε χρόνῳ δι' ἀνυπαρξίας περικόπτειν τὸ θεῖον. ταὐτὸν γάρ ἐστιν καὶ θνητὴν εἰπεῖν τὴν ἀθάνατον ζωὴν καὶ ψευδῆ τὴν ἀλήθειαν καὶ σκοτεινὸν τὸ φῶς καὶ μὴ εἶναι τὸ ὄν. 3.7.52 ὁ τοίνυν τὸ μὴ ἔσεσθαί ποτε μὴ διδοὺς οὐδὲ τὸ μὴ εἶναί ποτε συνθήσεται κατὰ τὸν ἡμέτερον λόγον, τὴν αὐτὴν ἀτο πίαν φεύγων καθ' ἑκάτερον μέρος· ὡς γὰρ τὸ ἀτελεύτητον τῆς ζωῆς τοῦ μονογενοῦς οὐκ ἐπικόπτει θάνατος, οὕτως οὐδὲ κατὰ τὸ ἄνω ἡ ἀνυπαρξία στήσει πρὸς τὸ ἀΐδιον αὐτοῦ τὴν ζωὴν προϊοῦσαν, ὡς ἂν πανταχόθεν καθαρεύοι τὸ ὄντως ὂν τῆς πρὸς τὸ μὴ ὂν κοινωνίας. διὰ τοῦτο πόρρω γίνεσθαι τῆς τοιαύτης πλάνης τοὺς μαθητὰς θέλων ὁ κύριος, ὡς ἂν μή ποτε καὶ αὐτοὶ τὸ πρεσβύτερον τῆς τοῦ μονογενοῦς ὑποστάσεως ἀναζητοῦντες πρὸς τὸ ἀνύπ αρκτον τοῖς λογισμοῖς ἀπενεχθεῖεν. Ἐγώ, φησίν, ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, ὡς οὔτε τοῦ μὴ ὄντος ἐν τῷ ὄντι νοουμένου οὔτε τοῦ ὄντος ἐν τῷ μὴ ὄντι. καὶ αὐτὴ δὲ ἡ τοῦ λόγου τάξις τὸ εὐσεβὲς ἑρμηνεύει τοῦ δόγματος. 3.7.53 ἐπειδὴ γὰρ οὐκ ἐκ τοῦ υἱοῦ ὁ πατήρ, ἀλλ' ἐκ τοῦ πατρὸς ὁ υἱός, διὰ τοῦτο πρῶτόν φησιν Ἐγὼ ἐν τῷ πατρί, δεικνὺς τὸ μὴ ἄλλως ἀλλ' ἐξ ἐκείνου εἶναι, εἶτα ἀναστρέφει τὸν λόγον ὅτι Καὶ ὁ πατὴρ ἐν ἐμοί, σημαίνων ὅτι ὁ ὑπερβὰς τὸν υἱὸν τῇ πολυπραγμοσύνῃ καὶ τὴν περὶ τοῦ πατρὸς ἔν νοιαν συμπαρέρχεται. ὁ γὰρ ἔν τινι ὢν ἔξω τοῦ ἐν ᾧ ἐστιν εὑρεθῆναι οὐ δύναται· ὥστε μάταιος ὁ ἐν τῷ υἱῷ μὲν εἶναι τὸν πατέρα μὴ ἀντιλέγων, ἔξω δὲ τοῦ υἱοῦ κατει 3.7.54 ληφέναι τι τοῦ πατρὸς φανταζόμενος, καὶ μάτην διαπλανᾶ τῶν πολεμούντων ἡμῖν ἡ περὶ τὸ ῥῆμα τῆς 20ἀγεννη σίας20 σκιαμαχία διὰ τῶν ἀνυπάρκτων κενεμβατοῦσα. 3.7.55 Μᾶλλον δὲ εἰ χρὴ πᾶσαν εἰς τὸ ἐμφανὲς ἀγαγεῖν τὴν ἀτοπίαν τοῦ λόγου, μικρὸν ἔτι συγχωρηθήτω προσ διατρίψαι τῷ θεωρήματι. τοῦ γὰρ μονογενοῦς θεοῦ ὕστε ρον μετὰ τὸν πατέρα γεγεννῆσθαι παρ' αὐτῶν λεγο μένου, εὑρίσκεται κατ' ἀνάγκην τὸ ἀγέννητον αὐτῶν, ὅ τι ποτὲ καὶ εἶναι φαντάζονται, τῶν κακῶν τὴν ἔννοιαν συν εμφαῖνον. τίς γὰρ οὐκ οἶδεν ὅτι ὥσπερ τῷ ὄντι τὸ μὴ ὂν ἀντιδιαιρεῖται, οὕτω καὶ παντὶ ἀγαθῷ πράγματί τε καὶ ὀνόματι τὸ ἐξ ἐναντίου νοούμενον, οἷον τῷ καλῷ τὸ κακὸν καὶ τῇ ἀληθείᾳ τὸ ψεῦδος, τῷ φωτὶ τὸ σκότος καὶ πάντα ὅσα τούτοις ὁμοιοτρόπως πρὸς τὸ ἐναντίον ἀλλήλοις ἀντι καθίσταται, ἐφ' ὧν ἄμεσός ἐστιν ἡ ἐναντίωσις καὶ οὐκ ἐν δέχεται κατὰ ταὐτὸν τὰ δύο μετ' ἀλλήλων εἶναι, ἀλλ' ἥ τε παρουσία τοῦ ἑνὸς ὑπεξαιρεῖ τὸ ἀντίθετον καὶ ἐν τῇ 3.7.56 τοῦ ἑτέρου ὑποχωρήσει γίνεται τοῦ ἐναντίου ἡ γένεσις. τού των δὲ ἡμῖν οὕτω διωμολογημένων κἀκεῖνο παντὶ δῆλόν ἐστιν, ὅτι ὥσπερ φησὶ Μωϋσῆς σκότος εἶναι πρὸ τῆς τοῦ φωτὸς κτίσεως, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ, εἰ κατὰ τὸν λόγον τῆς αἱρέσεως τότε ἐποίησεν αὐτὸν ὁ πατὴρ ὅτε ἠθέλησε, πρὶν ποιῆσαι αὐτὸν οὐκ ἦν ἐκεῖνο τὸ φῶς, ὅπερ ἐστὶν ὁ υἱός. φωτὸς δὲ μήπω ὄντος οὐκ ἐνδέχεται μὴ τὸ ἀντι κείμενον εἶναι. καὶ γὰρ διὰ τῶν ἄλλων ἐμάθομεν ὅτι οὐδὲν εἰκῇ τῶν παρὰ τοῦ δημιουργοῦ γεγονότων ἐστίν, ἀλλὰ τὸ λεῖπον ἐπεισάγεται τοῖς οὖσι διὰ τῆς κτίσεως. δῆλον οὖν ἐστι πάντως ὅτι εἴπερ ἐποίησε τὸν υἱὸν ὁ θεός, διὰ τὸ 3.7.57 λείπειν τῇ φύσει τῶν ὄντων ἐποίησεν. ὥσπερ οὖν τοῦ αἰσθητοῦ φωτὸς λείποντος σκότος ἦν καί, εἰ μὴ ἐγεγόνει τὸ φῶς, ἐπεκράτει πάντως τὸ σκότος, οὕτως καὶ τοῦ υἱοῦ μήπω ὄντος αὐτό τε τὸ ἀληθινὸν φῶς καὶ