32
ἔξελε αὐτόν· καὶ ἐὰν ἡ χείρ σου σκανδαλίζῃ σε, ἔκκοψον αὐτὴν, καὶ βάλε ἀπὸ σοῦ· οὐ περὶ μελῶν λέγων, ἄπαγε· ἀλλὰ περὶ φίλων γνησίων, ὧν δεῖ τὰς φιλίας ἀτιμάζειν, ὅταν μήτε αὐτοῖς κέρδος, μήτε ἡμῖν γίνεται, ἀλλὰ βλάβη. Ταύτην δὴ τὴν ἀρετὴν κατορθώσας καὶ οὗτος οὐ μόνον οὐκ ἐδίωκε τὰς τοιαύτας συνουσίας, ἀλλὰ καὶ παρεκελεύετο τούτοις ἀποπηδᾷν ἑαυτοῦ. ʹ. Οὗτος τῆς μετανοίας ὁ καρπὸς, τοῦτο τῶν δακρύων τὸ κέρδος. Ἡ γὰρ οὕτω συντριβεῖσα διάνοια, οὐδεμιᾷ λοιπὸν προσπαθείᾳ κατέχεται. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν· κἂν αὐτὸ διάδημα ᾖ τις περικείμενος, βλάπτῃ δὲ ἡμᾶς, ἀτιμάζωμεν αὐτοῦ τὴν φιλίαν. Οὐδὲν γὰρ εὐτελέστερον ἀνδρὸς, καὶ βασιλεύοντος, ὅταν κακίᾳ συζῇ· ὥσπερ οὐδὲν βασιλικώτερον καὶ δεσμώτου, ὅταν ἀρετὴν ᾖ κεκτημένος. Ὅτι εἰσή 55.79 κουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Οὐκ εἶπεν, Ὅτι εἰσήκουσε τῆς φωνῆς μου, ἁπλῶς, ἀλλὰ, Τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Ὁρᾷς πῶς καὶ τὰ παρ' ἑαυτοῦ μετὰ πολλῆς εἰσάγει τῆς δαψιλείας, καὶ φωνὴν, καὶ κλαυθμὸν, φωνὴν ἐνταῦθα οὐ τὸν τόνον λέγων τῆς κραυγῆς, ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας, καὶ κλαυθμὸν οὐ τὸν ἀπὸ τῶν ὀφθαλμῶν μόνον, ἀλλὰ καὶ τὸν ἀπὸ τῆς ψυχῆς; Ὁ γὰρ μετάνοιαν εἰσάγων, καὶ παρὰ τοῦ Θεοῦ ἀκουόμενος, εὐκόλως καὶ τοῦτο δύναται κατορθῶσαι τὸ ἀγαθὸν, τὸ διακρούεσθαι τῶν πονηρῶν τὰς συνουσίας. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν πάντες οἱ ἐχθροί μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν σφόδρα διὰ τάχους. Αὕτη ἡ εὐχὴ μεγίστην ἔχει ὠφέλειαν, τό τε αἰσχυνθῆναι λέγω, καὶ τὸ εἰς τοὐπίσω ἀπελθεῖν. Οἱ γὰρ κακῶς τρέχοντες, εἰ καταισχυνθεῖεν, καὶ εἰς τὰ ὀπίσω ἀπέλθοιεν, στήσονται τῆς πονηρίας. Ὥσπερ γὰρ εἰ ἄνθρωπον ἴδωμεν κατὰ κρημνοῦ φερόμενον, ἀναχαιτίζομεν αὐτὸν τῆς προσωτέρω φορᾶς, λέγοντες· Ἄνθρωπε, ποῦ φέρῃ; κρημνὸς ἔμπροσθεν ἀπαντήσεται· οὕτω δὴ καὶ οὗτος ἀξιοῖ τοὺς κακοὺς πάλιν εἰς τοὐπίσω ἀναδραμεῖν. Οὕτω καὶ ἵππον μαινόμενον ἂν μὴ ταχέως τις ἀνακρούσηται, ταχέως ἀπολεῖται. Οὕτω καὶ ἰατροὶ ἰὸν ἑρπετοῦ τινος πολλάκις ἐπινεμόμενον ἅπαν τὸ σῶμα μετὰ πολλοῦ τοῦ τάχους τῆς προσωτέρω φορᾶς ἱστῶσιν, ἐγκόπτοντες αὐτοῦ τὴν κακίαν. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, καὶ τὴν ἐν ἡμῖν κακίαν ἀναστέλλωμεν μετὰ πολλοῦ τοῦ τάχους, ἵνα μὴ προϊοῦσα αὔξῃ τὴν νόσον. Καὶ γὰρ ἀμελούμενα, μείζονα γίνεται τῶν ἁμαρτημάτων τὰ τραύματα, καὶ οὐ μέχρι τραυμάτων ἵσταται τὰ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ θάνατον τίκτει τὸν ἀθάνατον, ὥσπερ ἂν ἐξ ἀρχῆς καὶ τὰ μικρὰ ἀνέλωμεν, οὐδὲ τὰ μεγάλα ἕψεται. Σκόπει δέ. Ὁ μελετήσας μὴ ὑβρίζειν, οὐδὲ μάχεσθαι εἴσεται· ὁ μὴ εἰδὼς μάχεσθαι, καὶ τὸ φιλεῖν κατορθώσει· ὁ κατορθώσας τὸ φιλεῖν, ἐχθρὸν οὐχ ἕξει· ὁ δὲ ἐχθρὸν οὐκ ἔχων, ἀλλὰ τὴν ἀγάπην ἐπιδεικνύμενος, ἅπασαν κατορθώσει τὴν ἀρετήν. Μὴ δὴ τῶν προτέρων ἀμελῶμεν, ἵνα μὴ πρὸς τὸ μεῖζον αἴρηται τὰ κακά. Ὁ Ἰούδας, εἰ τὸ χρημάτων ἐρᾷν ἐκόλασεν, οὐκ ἂν εἰς ἱεροσυλίαν ἦλθε· ταύτην εἰ κατέσχεν, οὐκ ἂν εἰς τὸν κολοφῶνα τῶν κακῶν ἐξεπήδησε. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ τὴν πορνείαν μόνον, οὐδὲ τὴν μοιχείαν, ἀλλὰ καὶ τὴν ἀκόλαστον ὄψιν ἀναστέλλει, τὴν ῥίζαν κάτωθεν ἀνασπῶν, ὥστε καὶ εὐκολώτερον εἶναι περιγενέσθαι τῆς πονηρίας. Τοῦτο καὶ ἐπὶ τῶν Ἰουδαίων ἐποίει, παχύτερον μὲν καὶ ὡς δι' αἰνιγμάτων, ἐπειδὴ πρὸς σαρκωδεστέρους ὁ λόγος ἦν, ἐποίει γοῦν ὅμως. Πῶς, καὶ τίνι τρόπῳ; Οὐκ ἠφίει ἐν κτήνεσι γίνεσθαί τινα μίξιν ἐκ διαφόρων γενεῶν, οὐκ ἠφίει αἷμα ἐσθίειν ἀλόγων, οὐκ ἠφίει ἐνέχυρα κατέχειν μετὰ τὴν ἑσπέραν, μεγάλα ἐκ τούτων ἀναστέλλων κακά· διὰ μὲν τοῦ προτέρου τὴν ἀῤῥενομιξίαν, διὰ δὲ τοῦ δευτέρου τοὺς φόνους, διὰ δὲ τοῦ τρίτου τὴν ὠμότητα καὶ τὴν ἀπανθρωπίαν. Ἀλλὰ νῦν πάντα ἀνέδην καὶ μετὰ πολλῆς πράττεται τῆς ἀναισχυντίας·