319
Ὅθεν δῆλον ὅτι εἰ καὶ ἐν τοῖς μείζοσι ταύτην ἔλαβες τὴν ἐξουσίαν, μυρίους ἂν εἰργάσω φόνους, καὶ τὸ φῶς καὶ τὴν ζωὴν ἅπασαν ἀπέκλεισας. Ὅπερ ἵνα μὴ γένηται, ἀνάγκῃ τὴν ἐν ἐκείνοις ἀπληστίαν διέκοψεν. Εἰ δὲ ἀλγεῖτε ταῦτα ἀκούοντες, πολλῷ μᾶλλον ἐγὼ ταῦτα γινόμενα ὁρῶν. Μέχρι πότε σὺ πλούσιος, κἀκεῖνος πένης; Μέχρι τῆς ἑσπέρας, περαιτέρω δὲ οὐκ ἔτι. Οὕτω γὰρ βραχὺς ὁ βίος, καὶ πάντα ἐπὶ θύραις ἕστηκε λοιπὸν, ὡς ὥραν βραχεῖαν τὸ πᾶν εἶναι νομίζεσθαι. Τί σοι δεῖ ταμιείων ἐρευγομένων, καὶ πλήθους οἰκετῶν καὶ οἰκονόμων; διατί μὴ μυρίους ἔχεις κήρυκας, τῆς ἐλεημοσύνης; Τὸ μὲν γὰρ ταμιεῖον οὐδεμίαν ἀφίησιν φωνὴν, ἀλλὰ καὶ πολλοὺς ἐπισπάσεται λῃστάς· τὰ δὲ τῶν πενήτων ταμιεῖα πρὸς αὐτὸν ἀναβήσεται τὸν Θεὸν, καὶ ἡδὺν τὸν παρόντα ἐργάσεται βίον, καὶ πάντα λύσει τὰ ἁμαρτήματα, καὶ δόξαν παρὰ Θεῷ, καὶ τιμὴν παρὰ ἀνθρώποις οἴσει. Τί τοίνυν φθονεῖς σεαυτῷ τοσούτων ἀγαθῶν; Οὐ γὰρ ἐκείνους, ἀλλὰ σαυτὸν εὐποιήσεις μειζόνως, ἐκείνους εὐεργετῶν. Τοῖς μὲν γὰρ τὰ παρόντα ἐπανορθώσεις, σαυτῷ δὲ τὴν μέλλουσαν δόξαν καὶ παῤῥησίαν προαποθήσῃ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
59.419 ΟΜΙΛΙΑ ΟΗʹ. Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην.
Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
αʹ. Μεγάλη τῆς ἀθυμίας ἡ τυραννὶς, καὶ πολλῆς ἡμῖν τῆς ἀνδρείας δεῖ, ὥστε
στῆναι πρὸς τουτὶ τὸ πάθος γενναίως, καὶ τὸ χρήσιμον ἀπ' αὐτοῦ καρπουμένους, τὸ περισσὸν ἐᾷν· ἔχει γάρ τι καὶ χρήσιμον. Ὅταν μὲν γὰρ ἁμαρτάνωμεν ἡμεῖς ἢ ἕτεροι, τότε μόνον λυπεῖσθαι καλόν· ὅταν δὲ ἀνθρωπίναις περιστάσεσιν ἐμπέσωμεν, ἄχρηστος λοιπὸν τῆς ἀθυμίας ἡ χρῆσις. Ἐπεὶ οὖν καὶ 59.420 τοὺς μαθητὰς οὐδέπω τελείους ὄντας αὕτη κατεπάλαισεν, ὅρα πῶς αὐτοὺς διορθοῦται διὰ τῆς ἐπιπλήξεως. Οἱ γὰρ μυρία πρὸ τούτου αὐτὸν ἐρωτῶντες (καὶ γὰρ ὁ Πέτρος ἔλεγε, Ποῦ ὑπάγεις; καὶ ὁ Θωμᾶς δὲ, Οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; καὶ ὁ Φίλιππος, ∆εῖξον ἡμῖν τὸν Πατέρα σου), οὗτοι νῦν ἀκούσαντες ὅτι Ἀποσυναγώγους ποιήσουσι, καὶ ὅτι Μισήσουσιν ὑμᾶς, καὶ, ὅτι Ὁ ἀποκτείνας ὑμᾶς, δόξει λατρείαν προσφέρειν τῷ Θεῷ, οὕτω κατέπεσον, ὡς ἀφασίᾳ κατασχεθῆναι λοιπὸν, καὶ μηδὲν αὐτῷ διαλέγεσθαι. Ὅπερ οὖν αὐτοῖς ὀνειδίζων ἔλεγε· Ταῦτα ἐξ 59.421 ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. ∆εινὸν γὰρ ἡ ταύτης ἀμετρία, δεινὸν, καὶ θανάτου κατασκευαστικόν. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγε· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, φησί. Τίνος δὲ ἕνεκεν ἐξ ἀρχῆς οὐκ εἶπεν; Ἵνα μή τις λέγῃ, ὅτι ἀπὸ τῶν πολλάκις συμβάντων στοχαζόμενος ἔλεγε. Καὶ τί δήποτε πράγματι ἐπιχειρεῖ τοσαύτην ἔχοντι δυσκολίαν; Ἤδειν μὲν, φησὶν, αὐτὰ καὶ ἐξ ἀρχῆς, καὶ οὐ διὰ τὸ μὴ εἰδέναι οὐκ ἔλεγον· ἀλλ' Ὅτι μεθ' ὑμῶν ἤμην. Καὶ τοῦτο ἀνθρωπίνως πάλιν· ὡσανεὶ ἔλεγεν, Ὅτι ἐν ἀσφαλείᾳ ἦτε, καὶ ἐξὸν ἦν ἐρωτᾷν ὅτε ἐβούλεσθε, καὶ ἐπ' ἐμὲ ὁ πόλεμος ἅπας ἀνεῤῥιπίζετο, καὶ περιττὸν ἦν εἰπεῖν ταῦτα ἐξ ἀρχῆς. Ἆρ' οὖν τοῦτο οὐκ εἶπεν; οὐχὶ τοὺς δώδεκα καλέσας ἔλεγεν· Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε, καὶ μαστιγώσουσιν ὑμᾶς ἐν ταῖς συναγωγαῖς; πῶς οὖν φησιν, ὅτι Ἀπ' ἀρχῆς οὐκ εἶπον; Ὅτι μάστιγας καὶ ἀπαγωγὰς προανεφώνησεν, οὐ μὴν ὅτι οὕτω δόξει ὁ θάνατος αὐτῶν εἶναι περισπούδαστος, ὡς καὶ λατρείαν τὸ πρᾶγμα νομίζεσθαι. Τοῦτο γὰρ πάντων μᾶλλον ἱκανὸν ἦν αὐτοὺς καταπλῆξαι, εἴ γε ἔμελλον ὡς ἀσεβεῖς καὶ λυμεῶνες κριθήσεσθαι. Πρὸς τούτοις δὲ