τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδασκόντων εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθείαις ἐξυβρικότες τὸν κεκληκότα Θεόν· ἀλλὰ καὶ κέκληνται μὲν καὶ εἰσπεπηδήκασί τινες εἰς τὸν γάμον, πλὴν οὐ γεγόνασιν ἐκλεκτοὶ, οὐδὲ δεδικαίωνται οὐδὲ ἐδοξάσθησαν· διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν τοῖς γάμοις ἠμφιέννυντο στολήν. ἄλλως τε καὶ αὐτὸν εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναφανδὸν εἰρηκότα 222 "∆εῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, "κἀγὼ ἀναπαύσω ὑμᾶς." ἰδοὺ ἤδη σύμπαντας ἐκάλει πρὸς ἑαυτόν· ἀμοιρήσειε δ' ἂν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος· ἐν γὰρ τῷ πάντας εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο. Τοῖς ἀγαθοεργεῖν ᾑρημένοις πάντα συνεργεῖ, Θεοῦ ὑπερασπίζοντος· ὁ γὰρ τοῦ κατὰ φύσιν ἠφειδηκὼς Υἱοῦ, ἵνα σώσῃ κινδυνεύοντας, καὶ ἀπαλλάξῃ κινδύνων, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Τάχα δὲ καὶ οἰκονομικῶς ὁ Παῦλος οὐκ ἐᾷ τὸν νοῦν τῶν κεκλημένων εἰς ἀμηχανίαν ἐμπεσεῖν, ἀλλὰ διδάσκει ὅτι τῶν μὲν ἀρχαίων ἁμαρτιῶν ἐλευθερωθήσονται, δικαιωθήσονται δὲ, Θεοῦ κατανεύοντος. εἰ γὰρ καὶ πᾶσα ἁμαρτία τοῦ θείου νόμου παράβασιν ἔχει καὶ κατακρίνει τὸν ῥαθυμοῦντα, ἀλλ' εἰ καὶ αὐτὸς ὁ τοῦ νόμου Κύριος συγχωρεῖ, τίς ὁ κατακρίνων τὸν ἡμαρτηκότα; 223 Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου. Ἀπόλεκτον μὲν ἐποιεῖτο Θεὸς ἐν ἀρχαῖς τὸν Ἰσραὴλ, καὶ δὴ καὶ πρωτότοκον αὐτὸν ἀπεκάλει· ἀλλὰ γεγόνασιν ἀλαζόνες καὶ ὑβρισταὶ, καὶ τὸ ἔτι τούτων ἐπέκεινα κυριοκτόνοι· ταύτῃτοι διολώλασι, γεγόνασι γὰρ ἀπόπεμπτοι καὶ ἐξεῤῥιμμένοι, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος εἰς ἅπαν ὠλισθηκότες, τέθεινται κατόπιν ἐθνῶν· πεφήνασι δὲ καὶ τῆς τῶν πατέρων ἐλπίδος ἀλλότριοι. ἐπειδὴ δὲ ὁ μακάριος Παῦλος τῶν θείων εὐαγγελίων τέθειται λειτουργὸς, καὶ διεκήρυττε τοῖς ἔθνεσιν τὸν Ἰησοῦν, ἄνω τε καὶ κάτω τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀποπεπτωκέναι λέγων, καὶ τοὺς ἐν σκότῳ ποτὲ καὶ τῶν δαιμονίων θεραπευτὰς κλητοὺς γενέσθαι κατὰ πρόθεσιν καὶ πρόγνωσιν Θεοῦ διισχυριζόμενος, ἵνα μή τινες οἴωνται τῶν ἀμαθεστέρων μονονουχὶ κειμένοις καὶ ἐνάλλεσθαι τοῖς ἐκ γένους αὐτὸν, καὶ πεσοῦσιν ἐπιμειδιᾶν, ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν καί φησιν Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, καὶ τὰ ἑξῆς. ἀλλὰ τοῖς μὲν εἰς τοῦτο σκαιότητος ἐκπεφοιτηκόσιν, ὡς τῆς εἰς Θεὸν ἀγάπης ἀπολισθεῖν, σκληράς τε τὰς ἐπὶ τούτῳ λοιπὸν ἀνατλῆναι δίκας, ἐπιστυγνάσειεν ἄν τις· καὶ τὸ ἐκ φιλαλληλίας αὐτοῖς ἐπιστάξαι δάκρυον εἴη ἂν οὐ πέρα λόγου, μᾶλλον δὲ τῆς ἀγάπης τὴν πλήρωσιν ἔχει· τό γε δὴ καὶ ὑπὲρ αὐτῶν ἀνάθεμα θέλειν εἶναι ἀπὸ Χριστοῦ, μέτρων ἐπέκεινα τῶν ἀγάπης λοιπόν· οὐ γὰρ ἂν ἕλοιτό τις εἴπερ ἐστὶν ἐν καλῷ φρενὸς, τῆς ἑτέρων ἕνεκα σωτηρίας προσκρούειν Θεῷ, καὶ ποιεῖσθαι μὲν παρ' οὐδὲν τὴν ἑαυτοῦ ζωὴν, ἑτέροις γεμὴν τὸ χρῆμα ἐνεῖναι ἑλεῖν. 224 Τί οὖν ἄρα φησὶ, τῆς Ἰουδαίων σωτηρίας ἀντάλλαγμα τὴν ἑαυτοῦ προτιθείς; οὐκοῦν ὑπερβολικὸς ὁ λόγος, καὶ ἀγάπης ἀπόδειξιν ἔχει τῆς τελεωτάτης· ηὐχόμην γάρ φησιν ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου· ὅμοιον γὰρ ὡς εἴπερ λέγοι Εἰ προσκεκρουκότος ἐμοῦ τῷ Χριστῷ ὁ Ἰσραὴλ ἀνασώζεται, εἱλόμην ἂν αὐτὸς ἐγώ· ὁ καὶ τοῖς ἐν πίστει δεδικαιωμένοις εἰπών "Οὐ γὰρ ἔκρινά τι "εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυ"ρωμένον," ὁ πᾶσι διακηρύττων "Τίς ἡμᾶς χωρίσει ἀπὸ "τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενοχωρία ἢ διωγμὸς "ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;" τὸ οὕτω δεινὸν ὑποστῆναι κακὸν, καὶ εἷς ὑπὲρ