αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ "σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λα"λήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρω"πος ἐκεῖνος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ ὅσα ἂν 180 "λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ "αὐτοῦ." πῶς οὖν οὐχ ἱστῶμεν νόμον διὰ τῆς πίστεως τὸν παρ' αὐτοῦ προσιέμενοι λόγον; καὶ προφήτης ὠνόμασται διὰ τὸ ἀνθρώπινον ὁ Ἐμμανουὴλ, ὁ ὡς ἐν τάξει Μωσέως μεσίτης Θεοῦ καὶ ἀνθρώπων. καὶ πάλιν ὁ μὲν νόμος ἦν ἐν σκιαῖς, πλὴν ὠδίνων ὁρᾶται τῆς ἀληθείας τὴν μόρφωσιν· οὐκ ἀναιρεῖ δὲ τοὺς τύπους ἡ ἀλήθεια, καθίστησι δὲ ἐμφανεστέρους. Εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα ἀλλ' οὐ πρὸς τὸν Θεόν. Χρῆναι δὲ ὑπολαμβάνω, ἔφη τις, τὸν περὶ τοῦ προπάτορος Ἁβραὰμ πολυπραγμονοῦντας λόγον, ἐκεῖνο εἰπεῖν Εἴρηταί που τινὶ τῶν ἁγίων μαθητῶν, δίχα τῶν ἔργων τὴν πίστιν εἶναι νεκράν· προσεπάγει δὲ τούτοις τό "Θέλεις δὲ "γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων "νεκρά ἐστιν; Ἁβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδι"καιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσια"στήριον;" ἆρ' οὖν ἀλλήλοις τἀναντία φασὶν οἱ πνευματοφόροι; τί οὖν πρὸς ταῦτά φαμεν; εἰς γῆρας ἐληλακότι λοιπὸν, ἀδοκήτως λίαν ἐπηγγέλλετο αὐτῷ υἱὸν ὁ τῶν ὅλων Θεός· ἔφασκέ τε ὅτι τῇ τῶν ἄστρων ἀναριθμήτῳ πληθύϊ 181 φιλονεικοῦν τὸ ἐξ αὐτοῦ γενήσεται σπέρμα· ὁ δὲ ἐπείπερ ἐτίμα τὸν ὑπισχνούμενον τὸ πάντα δύνασθαι κατορθοῦν, διὰ τούτου ἐπιμαρτυρῶν τῷ Θεῷ, δεδικαίωται παρ' αὐτῷ, καὶ γέρας ἀντάξιον τῆς οὕτω θεοφιλοῦς ἐκομίζετο γνώμης τῶν ἀρχαίων αἰτιαμάτων τὴν ἀμνηστίαν. πλὴν ἐποιεῖτο κατὰ καιροὺς γύμνασμα τῷ δικαίῳ Θεὸς τὸ ἐπί γε τῷ Ἰσαὰκ χρησμῴδημα· ἀλλ' ἦν καὶ ἐπ' αὐτῷ πιστὸς καὶ φιλόθεος, ὡς τῆς πρὸς Θεὸν ἀγάπης προτάξας οὐδέν. πλὴν καθά φησι τοῦ Σωτῆρος ὁ μαθητής "Ἡ πίστις συνήργει τοῖς ἔργοις "καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐβεβαιώθη·" ἔφη δέ που καὶ αὐτὸς ὁ θαυμάσιος Παῦλος περὶ τοῦ προπάτορος Ἁβραάμ "Πίστει προσενήνοχε τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν "μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, "πρὸς ὃν ἐλαλήθη Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· "λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός." οὐκοῦν κἂν εἰ λέγοιτο τυχὸν ἐξ ἔργων δεδικαιῶσθαι διά τοι τὸ προσενεγκεῖν τὸν Ἰσαὰκ πειραζόμενον, ἀλλ' ἦν καὶ τοῦτο αὐτῷ πίστεως τῆς ἑδραιοτάτης ἀπόδειξις ἐναργής. Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἀξιάγαστον ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπησιν, ἣν εἰς ἡμᾶς ἐπεδείξατο, καθιστὰς ἐναργῆ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ πέρας καὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος παρεκόμιζεν εἰς ἀπόδειξιν, ὧδέ πη λέγων "Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν "υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς "αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." ἔδωκε γὰρ ὡς ἀληθῶς ὑπὲρ ἡμῶν τὸν ἴδιον υἱόν· ἐκλελυτρώμεθα δὲ ἡμεῖς, ἀπηλλάγμεθα θανάτου καὶ ἁμαρτίας· οὐ γὰρ ἑτέρου τινὸς χάριν γέγονε "σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν," ἢ ἵνα τὸν τῆς σαρκὸς θάνατον ἀνατλὰς, θριαμβεύσῃ μὲν ἀρχὰς καὶ ἐξουσίας, καταργήσῃ δὲ καὶ αὐτὸν "τὸν τὸ κράτος 182 "ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν" σατανᾶν· καὶ ἀνέλῃ μὲν τὴν φθορὰν, ἀποστήσῃ δὲ σὺν αὐτῇ καὶ τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν· ἄπρακτόν τε οὕτως ἀποφήνῃ λοιπὸν τὴν ἀρχαίαν ἐκείνην ἀρὰν, ἣν ἡ τοῦ ἀνθρώπου φύσις ὑπέμεινεν ἐν Ἀδὰμ ὡς ἐν ἀπαρχῇ τοῦ γένους καὶ ὡς ἐν ῥίζῃ τῇ πρώτῃ. παραβὰς γὰρ τὴν ἐντολὴν ὁ Ἀδὰμ, προσκέκρουκε τῷ δημιουργῷ· ταύτῃ τοι γέγονε καὶ ἐπάρατος καὶ θανάτῳ κάτοχος. ὁλοτρόπως δὲ ἀπολωλότας κατηλέησε πάλιν ὁ τῶν ὅλων δεσπότης· καθίκετο γὰρ ἐξ οὐρανῶν ὁ Υἱὸς, ἀνιεὶς ἐγκλήματα, δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ, μεταχαλκεύων ὡς Θεὸς τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρσίαν, καὶ ἀνακομίζων εἰς τὸ ἀπ' ἀρχῆς· καινὴ γὰρ