ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς, βεβαιοῖ τὰ τῆς ἐλπίδος, λόγιον παρατιθεὶς ἱερόν· σωθήσεται γὰρ κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἔσχατος καλούμενος μετὰ τὴν τῶν ἐξ ἐθνῶν κλῆσιν. Ἐχθροὶ δι' ὑμᾶς. Ὅσον μὲν οὖν ἧκεν εἰς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, 244 γεγόνασιν ἐχθροί· προσκεκρούκασι γὰρ διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν· διὰ δὲ τὴν τῶν πατέρων εὐγένειαν οἳ ἐτιμήθησαν ὡς ἅγιοι καὶ θεοφιλεῖς, λογισθεῖεν ἂν εἶναι δι' ἐκείνους ἀγαπητοί· ὅμως ἐχθροὶ γεγόνασιν ἵνα τεθῇ εἰς παραζήλωσιν τοῖς ἀπιστήσασιν. Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ κ.τ.λ. Ἴσα δείκνυσι τὰ ἀμφοῖν ἐγκλήματα, καὶ μιᾷ χάριτι τεθεραπευμένους τούς τε ἐξ ἐθνῶν καὶ τὸν Ἰσραήλ· κέκληται μὲν γὰρ κατὰ καιροὺς διὰ τοῦ Μωσέως ὁ Ἰσραὴλ, καὶ τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας ἐξῄρηται· ἀλλ' οἱ τῶν δαιμόνων θεραπευταὶ, τουτέστι τὰ ἔθνη, ὡς διά γε τῶν Αἰγυπτίων νοούμενα, τέως ἠπείθησαν τῷ ἐλέει τῶν ἐξ Ἰσραήλ· οὐ γὰρ πεπιστεύκασι ταῖς θεοσημίαις ταῖς διὰ Μωσέως, οὐκ ἤθελον εἰδέναι τὸν τῶν Ἑβραίων Θεόν. ἀλλ' ἐξεπέμπετο μὲν μόλις ἱερουργήσων κατὰ τὴν ἔρημον τῶν Ἰουδαίων ὁ δῆμος· εἴχοντο δὲ αὐτοὶ τῆς ἀρχαίας ἀπάτης, ἀλλὰ νῦν ἠλέηνται προσκεκρουκότος τοῦ Ἰσραὴλ, ὃς καὶ ἠπείθησε τῷ ἐλέει τῶν ἐθνῶν, ἵνα καὶ αὐτὸς ἐλεηθείη κατὰ καιρούς. ἴσα τοιγαροῦν, ὡς ἔφην, τὰ ἀμφοῖν ἐγκλήματα, τῆς τοῦ κατοικτείροντος ἐπικουρίας ἐν ἴσῳ τρόπῳ δεδεημένα· συγκεκλεῖσθαι δέ φησι τοὺς πάντας εἰς ἀπείθειαν παρὰ Θεοῦ, ἵνα τοὺς πάντας ἐλεήσῃ. καὶ οὔ τι που τῆς θείας βουλῆς ἔργον γενέσθαι λογιούμεθα τὸ ἀπειθῆσαί τινας, ἵνα καὶ κατοικτείροιντο πεσόντες εἰς τοῦτο· συνέκλεισε δὲ μᾶλλον εἰς ἀπείθειαν, ἐνόχους ὄντας ἀποφαίνων τοῖς ἀπειθείας ἐγκλήμασι, καὶ οἷον ἐξ αὐτῶν τῶν πραγμάτων ἐληλεγμένους· ὡς εἰς τοῦτο λοιπὸν καθίκοντο δυσπραξίας, ὡς μονονοὺ δεῖσθαι τοῦ κατοικτείρεσθαί τε καὶ ἐλεεῖσθαι. Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ κ.τ.λ. Οἶδα καὶ πέπεισμαί φησιν ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, καὶ τὰ ἑξῆς. ἀξιόχρεως ὁ μάρτυς εἰδέναι καὶ πεπεῖσθαι διισχυριζόμενος· προσεπάγει δὲ τό Ἐν Κυρίῳ Ἰησοῦ πρὸς τὸ καὶ ἔτι μειζόνως ἐμπεδοῦσθαι τὸ ἀληθὲς, ἕπεσθαί τε τοῖς ἀκροωμένοις τὴν πίστιν ἐνδοιασμοῦ τινος δίχα· διαμέμνηται δὲ πάντως που εἰρηκότος τοῦ Χριστοῦ "Οὐ τὸ "εἰσπορευόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον·" καὶ ὅτι πᾶν ἔδεσμα χωρεῖ μὲν εἰς τὴν κοιλίαν, ἐκπέμπεται δὲ καὶ εἰς ἀφεδρῶνα· καὶ τοῦτο φύσις αὐτῷ καὶ χρεία. οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἰδίαν φύσιν, κοινὸν ἢ βέβηλον οὐδὲν τῶν τελούντων εἰς τροφὰς, "ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως·" μεμνήμεθα δὲ ὅτι καὶ πρὸς τὸ εἶναι παρενεγκὼν τὰ πάντα Θεὸς, εἶδεν φησὶν ὅτι "καλὰ λίαν," καὶ εὐλόγησεν αὐτά. ἐπαινοῦντος γεμὴν Θεοῦ καὶ μὴν καὶ ἀπηυλογηκότος τὰ ἴδια κτίσματα, τίς ὁ φάναι τολμῶν μολυσμοῦ καὶ βεβηλώσεως εἶναι πρόξενα, καὶ οὐκ αὐτοῦ ποιήσεται τὴν κατάῤῥησιν τοῦ παρενεγκόντος εἰς ὕπαρξιν; οὐκοῦν κοινὸν μὲν τῇ φύσει τῶν πεποιημένων παντελῶς οὐδέν· εἰ δὲ δή τις οἴοιτο κοινὸν εἶναί τι, κεκοίνωται διὰ τοῦτο καὶ νενόσηκεν αὐτὸς ὡς ἐν ἰδίᾳ γνώμῃ τὴν βεβήλωσιν· πάντα μὲν γὰρ καθαρὰ, κοινοῖ δὲ τὸν ἄπιστον ἡ ἐπί τισιν ὀλιγοπιστία, καὶ οὐκ αὐτά που πάντως ἃ νενόμικεν εἶναι κοινά. ὥσπερ γὰρ τοῖς τελείοις τὸν νοῦν εἷς ὁ φύσει Θεὸς καὶ οὐδεὶς ἐπ' αὐτῷ ἕτερος, ἀλλ' οὔτε εἴδωλόν τι ἐστὶν ἐν κόσμῳ, λελόγισται δὲ παρ' οὐδὲν καὶ τὸ εἰδωλόθυτον· ὁ γὰρ εἴδωλον οὐκ εἰδὼς, πῶς ἂν εἰδείη τὸ εἰδωλόθυτον; τοῖς γεμὴν οἰομένοις πολλοὺς εἶναι θεοὺς, ἔσται τι πάντως καὶ εἰδωλόθυτον· οὕτω τοῖς πεπιστευκόσιν ἀβέβηλά τε εἶναι καὶ καθαρὰ τὰ παρὰ Θεοῦ, κοινὸν μὲν τῇ φύσει παντελῶς οὐδέν· ἀνεῖται δὲ πάντως ἐπ' 246 ἐξουσίας τῶν