ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς ἀλήθειαν ὁ νοῦς. Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· οὐ γάρ Μὴ κατεπαιρέσθω τῶν ἀσθενῶν ἡ τῶν εὐδοκιμούντων λαμπρότης, μήτε τὸ ἀγαθὸν ὑμῶν, τουτέστι τὸ ἀξιάγαστον εἰς πίστιν, βλασφημείσθω πρός τινος· οὐ γὰρ τῆς θεαρέστου πολιτείας τὰ κατορθώματα διὰ βρώσεως γένοιτο, οὔτε ὡς θεοσεβὴς ὁ τοιοῦτος τῆς τῶν οὐρανῶν βασιλείας ἄξιος, εἰ ἀδιακρίτως ἐσθίει τὰ παρατιθέμενα, ἀλλ' ὁ συγκαταβαίνων τῇ τῶν ἀσθενῶν ἀδελφῶν ἀσθενείᾳ καὶ ἀπεχόμενος. καὶ γὰρ εἰ καὶ ἐμέμψατο τῷ Πέτρῳ ὡς ἰουδαικῶς ζησάντι διὰ τοὺς ἐλθόντας εἰς Ἀντιόχειαν ἀπὸ Ἰακώβου, οὐ διὰ τοῦτο ἐμέμψατο ὅτι συγκατέβη τῇ ἀσθενείᾳ τῶν ἐκ περιτομῆς καὶ ἀπείχετο βρωμάτων, ἀλλ' ὅτι πολλοὺς ὄντας τοὺς ἐξ ἐθνῶν παρέσυρε τῷ ἀξιοπίστῳ τοῦ προσώπου ἑαυτοῦ εἰς τὸ νομίσαι ὅτι χρὴ κατὰ νόμον ζῆν, καὶ εἰς οὐδὲν αὐτῷ τὸ κήρυγμα χωρεῖν ἐκινδύνευεν· ἦν γὰρ ἐθνῶν διδάσκαλος. Πάντα μὲν γὰρ καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. Ἔξεστι μὲν γὰρ καὶ κρέα φαγεῖν καὶ οἶνον πιεῖν, ἀλλ' οὐκ εἰσάπαν ἀζήμιον ἡ ἐν τούτοις ἐξουσία. ἀλλὰ καὶ τὸ ἀπέχεσθαι χρήσιμον, ἵνα μὴ τὴν σάρκα παχύνοντες ταῖς τρυφαῖς, τὰ ἐν αὐτῇ καθ' ἑαυτῶν ἐξαγριαίνωμεν πάθη. εἰ οὖν ἐκείνων δι' ἑαυτοὺς ἀπεχόμεθα, πολλῷ μᾶλλον διὰ τὸν ἀδελφόν· ἵνα μὴ προσκόπτῃ διὰ τὸ εἰρημένον " ̓Αγαπήσεις "τὸν πλήσιον σου ὡς σεαυτόν." 247 ∆ιὸ προσλαμβάνετε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ. Ἓν σῶμα ἐσμὲν οἱ πολλοὶ, καὶ ἀλλήλων μέλη κατὰ τὸ γεγραμμένον, συνείροντος ἡμᾶς εἰς ἑνότητα τοῦ Χριστοῦ τοῖς τῆς ἀγάπης δεσμοῖς· "αὐτὸς γὰρ ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον "τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας." δεῖ δὴ οὖν ἄρα τὸ αὐτὸ φρονεῖν εἰς ἀλλήλους, "καὶ εἴ τι πάσχει ἓν μέλος, "συμπάσχειν πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, "χαίρειν πάντα τὰ μέλη." διὸ προσλαμβάνεσθέ φησιν ἀλλήλους καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ· προσληψόμεθα δὲ ἀλλήλους, τὰ αὐτὰ φρονεῖν ᾑρημένοι, βαστάζοντες δὲ καὶ ἀλλήλων τὰ βάρη, καὶ τηροῦντες "τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης." οὕτως ἡμᾶς προσελάβετο καὶ ὁ Θεὸς ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὴς οὕτως ἠγαπῆσθαι τὸν κόσμον εἰπὼν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὥστε καὶ αὐτὸν ὑπὲρ ἡμῶν δεδόσθαι τὸν Υἱόν· δέδοται γὰρ τῆς ἁπάντων ἡμῶν ζωῆς ἀντάλλαγμα, καὶ θανάτου τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ θανάτου καὶ ἁμαρτίας ἐκλελυτρώμεθα. καὶ τόν γε τῆς οἰκονομίας σκοπὸν διαλευκαίνει λέγων Χριστὸν γεγενῆσθαι διάκονον περιτομῆς ὑπὲρ ἀληθείας, καὶ τὰ ἑξῆς. ἐπειδὴ γὰρ τοῖς Ἰουδαίων πατράσι προεπήγγελται Θεὸς, ὅτι καὶ εὐλογήσει τὸ ἐξ αὐτῶν ἐσόμενον σπέρμα καὶ ὡσεὶ "τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ "πλήθει," ταύτῃτοι πέφηνεν ἐν σαρκὶ καὶ γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων ὁ Λόγος, αὐτὸς ὢν ὁ πᾶσαν τὴν κτίσιν καὶ εἰς τὸ εἶναι συνέχων, καὶ τὸ εὖ εἶναι τοῖς οὖσιν ἀπονέμων ὡς Θεός· ἦλθε δὲ εἰς τόνδε τὸν κόσμον μετὰ σαρκὸς, πλὴν οὐ διακονηθῆναι μᾶλλον καθά φησιν αὐτὸς, "ἀλλὰ δια"κονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντίλυτρον ὑπὲρ 248 "πολλῶν." ὡμολόγει γεμὴν ἀφῖχθαι σαφῶς, ἵνα πληρώσῃ τῷ Ἰσραὴλ τὴν ὑπόσχεσιν· ἔφασκε γάρ "Οὐκ ἀπεστάλην "εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ." οὐκοῦν οὐ ψευδοεπήσει λέγων ὁ Παῦλος διάκονον αὐτὸν γεγενῆσθαι ἐκ περιτομῆς εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τεθεῖσθαί τε πρὸς τούτῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ εἰς ἔλαιον τοῖς ἐξ ἐθνῶν, ἵνα καὶ αὐτοὶ δοξάσειαν ὡς τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην τὸν Σωτῆρά τε καὶ λυτρωτήν. ἔδει γὰρ ἔδει διὰ πολλὴν ἀπείθειαν ὑβριζούσης αὐτὸν ἀνοσίως τῆς περιτομῆς, καὶ τὴν παρ'