ψυχῆς παθῶν νουθετῶν, ἐπὶ τὴν ἱερὰν τῆς πολιτείας ὁμόνοιαν 1.8.66.1 εἰρηναγωγεῖ. Καθάπερ οὖν τῷ συμβουλευτικῷ λόγῳ παράκειται τὸ προτρεπτικὸν καὶ παρακλητικὸν εἶδος, οὕτω καὶ τῷ ἐγκωμιαστικῷ τὸ λοιδορητικὸν καὶ ὀνειδιστικὸν καὶ ἐγκωμιαστικόν. Τὸ δὲ εἶδος τοῦτο τέχνη ἐστὶ ψεκτική, εὐνοίας δὲ τὸ ψέγειν, οὐ μίσους σύμβολον. Ἄμφω μὲν γὰρ ὀνειδίζετον, καὶ ὁ φίλος 1.8.66.2 καὶ ὁ μή, ἀλλ' ὁ μὲν ἐχθρὸς ἐπιγελῶν, ὁ δὲ φίλος εὐνοῶν. Οὐκ ἄρα διὰ μῖσος ὁ κύριος τοῖς ἀνθρώποις λοιδορεῖται, οὓς καὶ ἐξὸν αὐτῷ ἀπολέσαι παρὰ τὰς ἰδίας αἰτίας, ὃ δὲ ὑπὲρ ἡμῶν καὶ πέπονθεν· παιδαγωγὸς γὰρ ἅτε ἀγαθὸς ἐντέχνως σφόδρα διὰ τῆς λοιδορίας ὑποδύεται τὸν ψόγον, οἱονεὶ μάστιγι τῇ βλασφημίᾳ τὸ νωθρὸν τῆς διανοίας ἐπεγείρων, πάλιν τε αὖ ἐν 1.8.66.3 μέρει προτρέπειν ἐπιχειρεῖ τοὺς αὐτούς. Οὓς γὰρ ὁ ἔπαινος οὐ προετρέψατο, τούτους παρώξυνεν ὁ ψόγος, καὶ οὓς ὁ ψόγος οὐκ ἐξεκαλέσατο εἰς σωτηρίαν καθάπερ νεκρούς, τούτους πρὸς ἀλήθειαν ἡ βλασφημία διανίστησιν. Μάστιγες γὰρ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας. Συγκολλῶν ὄστρακον καὶ διδάσκων μωρόν, εἰς αἴσθησιν ἄγων, φησί, τὴν γῆν καὶ τὸν ἀπηλπισμένον εἰς σύνεσιν ὀξύνων. ∆ιὰ τοῦτο ἐναργῶς ἐπήγαγεν· ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου, ὃς τῶν ἄλλων μάλιστα 1.8.66.4 θανάτῳ ἔοικεν. Καὶ δὴ αὐτὸς περὶ αὑτοῦ σαφέστατα ὁ κύριος ἐκφαίνει, τὴν πολύτροπον καὶ πολυωφελῆ θεραπείαν ἀλληγορῶν, ὁπηνίκα εἰπὼν ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν, εἶτα ἐπήγαγεν πάλιν πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρποφοροῦν καθαίρει, ἵνα καρπὸν πλείω φέρῃ. Καθυλομανεῖ γὰρ μὴ κλαδευομένη ἡ ἄμπελος, οὕτως δὲ καὶ ὁ ἄνθρωπος· 1.8.66.5 καθαίρει δὲ αὐτοῦ τὰς ἐξυβριζούσας παραφυάδας ὁ λόγος ἡ μάχαιρα, καρποφορεῖν, οὐκ ἐπιθυμεῖν τὰς ὀρέξεις ἀναγκάσας. Ἡ δὲ πρὸς τοὺς ἁμαρτάνοντας ἐπίπληξις ἔχει σκοπὸν τὴν σωτηρίαν, μεθαρμοζομένου μουσικῶς τοῦ λόγου κατὰ τοὺς οἰκείους ἑκάστων τρόπους, πῇ μὲν ἐπιτείνοντος αὐτοῦ, πῇ δὲ 1.8.67.1 ἀνιέντος. Σαφέστατα γοῦν διὰ Μωσέως λέλεκται· θαρρεῖτε, ἕνεκεν τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ θεός, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. Ἐντεῦθεν καλῶς καὶ ὁ Πλάτων μαθὼν πάντες μὲν γὰρ φησὶν ὡς ἀληθῶς ἀγαθὰ πάσχουσιν οἱ δίκην διδόντες· ὠφελοῦνται γὰρ τῷ βελτίω 1.8.67.2 τὴν ψυχὴν αὐτοῖς γίνεσθαι δικαίως κολαζομένοις. Εἰ δὲ ἀγαθὰ πάσχουσιν ὑπὸ τοῦ δικαίου οἱ ἐπανορθούμενοι καὶ κατὰ Πλάτωνα, ὁμολογεῖται ἀγαθὸν εἶναι τὸν δίκαιον. Αὐτὸς γοῦν ὁ φόβος ὠφελεῖ καὶ πρὸς ἀγαθοῦ τοῖς ἀνθρώποις ἐξεύρηται, ὅτι πνεῦμα φοβούμενον κύριον ζήσεται· ἡ γὰρ ἐλπὶς ἐπὶ τὸν 1.8.67.3 σῴζοντα αὐτούς. Ὁ δὲ αὐτὸς οὗτος λόγος δίκην ἐπιτιθεὶς κριτής ἐστιν, περὶ οὗ καὶ Ἡσαΐας λέγει κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, διορθωτὴν δηλονότι καὶ κατευ1.8.68.1 θυντῆρα τῶν ἁμαρτιῶν. ∆ιὰ τοῦτο μόνος οὗτος οἷός τε ἀφιέναι τὰ πλημμελήματα, ὑπὸ τοῦ πατρὸς τῶν ὅλων ὁ ταχθεὶς παιδαγωγὸς ἡμῶν, μόνος ὁ τῆς ὑπακοῆς διακρῖναι τὴν παρακοὴν δυνάμενος. Ὁ δὲ ἀπειλῶν δῆλός ἐστι μηδὲν ἐθέλων πρᾶξαι κακὸν μηδὲ ἅπερ ἀπειλεῖ ἐπιτελέσαι· καταστήσας δὲ εἰς δέος τὴν ἐπὶ τὰς ἁμαρτίας ἀνέκοψεν φορὰν καὶ τὸ φιλάνθρωπον αὐτοῦ ἐνδείκνυται, μέλλων ἔτι καὶ διασαφῶν οἷα πείσονται, εἰ παραμενοῦσιν ἁμαρτωλοί, οὐχὶ δὲ ὥσπερ ὄφις ἐμφὺς ἔδακεν 1.8.68.2 εὐθέως. Ἀγαθὸς ἄρα ὁ θεός. Καὶ ὅ γε κύριος εἰς πολλὰ συγχρῆται πρὸ τοῦ ἔργου τῷ λόγῳ. Τὰ γὰρ βέλη μου, φησί, συντελέσει αὐτούς· τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων, καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτούς, μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς. Ἔξωθεν ἀτεκνώσει αὐτοὺς 1.8.68.3 μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος. Ὥστε οὐκ ὀργίζεται τὸ θεῖον, ᾗ τισιν ἔδοξεν, ἀλλὰ τὰ μὲν πλεῖστα ἀπειλεῖται, τὰ πάντα δὲ παρῄνεσε τὴν ἀνθρωπότητα καὶ ὑπέδειξεν ὡς πρακτέα. Ἀγαθὴ δὲ αὕτη ἡ τέχνη,