δυνάμεως. Ἄνδρα, φησί, κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ, ἀγαθοῦ ζυγοῦ πρόσωπον ἡμῖν δικαιοσύνης τὸν Ἰησοῦν γνωρίσαντος τοῦ θεοῦ, δι' οὗ καὶ τὸν 1.8.72.1 θεόν, οἷον ἐκ τρυτάνης ἰσοσθενοῦς, ἔγνωμεν. Ἐπὶ τούτου καὶ ἡ σοφία διαρρήδην λέγει ἔλεος γὰρ καὶ ὀργὴ μετ' αὐτοῦ· κύριος γὰρ ἀμφοῖν οὗτος μόνος· δυνάστης ἐξιλασμῶν, ἐκχέων ὀργήν· κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ ὁ ἔλεγχος αὐτοῦ· ἐλέους γὰρ καὶ ἐλέγχου σκοπὸς ἡ τῶν ἐλεγχομένων 1.8.72.2 σωτηρία. Ναὶ μὴν ὅτι ἀγαθὸς αὐτὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ, ὁ αὐτὸς πάλιν ὁμολογήσει λόγος, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς, καὶ προσέτι γίνεσθε οἰκτίρμονες λέγων, καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν, οὐ μὴν ἀλλὰ καὶ ὁπηνίκα διαρρήδην λέγει οὐδεὶς ἀγαθός, εἰ μὴ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· ἐπὶ τούτοις αὖθις ὁ πατήρ μου φησὶν ἐπιλάμπει τὸν ἥλιον 1.8.72.3 τὸν αὑτοῦ ἐπὶ πάντας. Παρασημειωτέον ἐνταῦθα ὅτι τὸν αὑτοῦ πατέρα τὸν ἀγαθὸν καὶ δημιουργὸν εἶναι ὁμολογεῖ, δίκαιος δὲ ὁ δημιουργὸς εἶναι οὐκ ἀντιλέγεται. Καὶ πάλιν ὁ πατήρ μου φησὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ καθὸ μὲν βρέχει, δημιουργὸς ὑδάτων ἐστὶ καὶ νεφῶν, καθὸ δὲ ἐπὶ πάντας, δικαίως ἰσοστατεῖ καὶ ἀρρεπῶς, ὡς δὲ ἀγαθός, 1.8.73.1 ἐπὶ δικαίους καὶ ἀδίκους ὁμοίως. Σαφέστατα τοίνυν ἕνα καὶ τὸν αὐτὸν εἶναι θεὸν συλλογιζόμεθα ὧδέ πως· ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου καὶ ὁ κτίσας τοὺς οὐρανοὺς ἐν τοῖς οὐρανοῖς κατοικεῖ καὶ ὁ οὐρανὸς θρόνος σου τὸ ἅγιον πνεῦμα ἔψαλλεν· ὁ δὲ κύριός φησιν ἐν τῇ προσευχῇ πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· οὐρανοὶ δὲ τοῦ κτίσαντος τὸν κόσμον εἰσίν· ἀναντίρρητον ἄρα μὴ οὐχὶ καὶ υἱὸν εἶναι τὸν κύριον τοῦ δημιουργοῦ. Εἰ δὲ ὁ κτίστης πρὸς πάντων ὁμολογεῖται δίκαιος, υἱὸς δὲ τοῦ δημιουργοῦ ὁ κύριος, 1.8.73.2 υἱὸς ἄρα τοῦ δικαίου ὁ κύριος. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται καὶ πάλιν, ἵνα μᾶλλον ὑπολάβῃς θεόν δίκαιον, δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστι διαστολή, καὶ προσέτι μαρτυρῶν τῇ ἀληθείᾳ μετ' ὀλίγα ἐπιφέρει ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς τὴν ἔνδειξιν τοῦ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως 1.8.73.3 Ἰησοῦν. Τὸ δὲ δίκαιον ἀγαθὸν εἰδὼς φαίνεταί που λέγων ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή, καὶ κατὰ τῆς αὐτῆς δυνάμεως ἄμφω τάσσων τὰ 1.8.74.1 ὀνόματα. Ἀλλὰ καὶ οὐδεὶς ἀγαθός, εἰ μὴ ὁ πατὴρ αὐτοῦ· ὁ αὐτὸς ἄρα πατὴρ αὐτοῦ, ὁ ἓν ὤν, πολλαῖς μηνυόμενος δυνάμεσιν· καὶ τοῦτο ἦν τὸ οὐδεὶς ἔγνω τὸν πατέρα, πάντα αὐτὸν ὄντα, πρὶν ἐλθεῖν τὸν υἱόν· ὡς εἶναι ταῖς ἀληθείαις καταφανὲς τὸ τῶν συμπάντων θεὸν ἕνα μόνον εἶναι, ἀγαθόν, δίκαιον, δημιουργόν, υἱὸν ἐν πατρί, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας 1.8.74.2 τῶν αἰώνων, ἀμήν. Ἀλλ' οὐδὲ ἀλλότριον τοῦ σωτηρίου λόγου κηδεμονικῶς λοιδορεῖσθαι. Καὶ γὰρ οὖν καὶ τοῦτο τῆς θείας φιλανθρωπίας φάρμακον, ἐξ οὗ τὸ τῆς αἰδοῦς ἐρύθημα ἐξανθεῖ καὶ ἡ πρὸς τὸ ἁμαρτάνειν αἰσχύνη παρεισδύεται. Εἰ γὰρ ψέξαι χρή, καὶ λοιδορεῖσθαι δεῖ, ἔνθα τὴν ἀπηλγηκυῖαν ψυχὴν καιρός ἐστι τρῶσαι, οὐ θανασίμως, ἀλλὰ σωτηρίως, ὀλίγης 1.8.74.3 ἀλγηδόνος ἀίδιον κερδάναντα θάνατον. Πολλὴ δὲ ἡ σοφία περὶ τὴν παιδαγωγίαν αὐτοῦ, καὶ ὁ τρόπος τῆς οἰκονομίας αὐτοῦ ποικίλος εἰς σωτηρίαν. Προσμαρτυρεῖ μὲν γὰρ τοῖς ἀγαθοῖς ὁ παιδαγωγός, ἐκκαλεῖται δὲ τοὺς κλητοὺς ἐπὶ τὰ βελτίω καὶ τοὺς ἀδικεῖν σπεύδοντας ἀποτρέπει τῆς ὁρμῆς, μεταθέσθαι δὲ 1.8.74.4 εἰς ἀμείνω βίον παρακελεύεται. Οὐδέτερον γὰρ ἀμάρτυρον θατέρου προσμαρτυρουμένου, ἥ τε χάρις ἐκ μαρτυρίας μεγίστη, ἀλλὰ καὶ τὸ ἐμπαθὲς τῆς ὀργῆς, εἰ δὴ ὀργὴν τὴν νουθεσίαν αὐτοῦ χρὴ καλεῖν, φιλάνθρωπόν ἐστιν εἰς πάθη καταβαίνοντος τοῦ θεοῦ διὰ τὸν ἄνθρωπον, δι' ὃν καὶ γέγονεν ἄνθρωπος ὁ λόγος τοῦ θεοῦ.