Ἑβραίων ἐγκύμονι τῇ αὑτοῦ γυναικὶ συνιόντα παρήγαγεν· ψιλὴ γὰρ ἡδονή, κἂν ἐν γάμῳ παραληφθῇ, 2.10.92.3 παράνομός ἐστι καὶ ἄδικος καὶ ἄλογος· ἔμπαλιν δὲ ὁ Μωυσῆς ἀπάγει τῶν ἐγκύων τοὺς ἄνδρας ἄχρις ἂν ἀποκυήσωσιν· τῷ ὄντι γὰρ ἡ ὑστέρα ὑποκειμένη μὲν τῇ κύστει, ἐπικειμένη δὲ τῷ ἐντέρῳ τῷ καλουμένῳ ἀρχῷ ἐκτείνει τὸν τράχηλον μεταξὺ τῶν ὤμων ἐν τῇ κύστει, καὶ τὸ στόμιον τοῦ τραχήλου, ᾧ προσίεται τὸ σπέρμα, πεπληρωμένον μέμυκεν, αὖθίς τε ἀποκενοῦται καθαιρομένη κυήσει, ἀποθεμένη δὲ τὸν καρπὸν εἶτα ἐπιδέχεται τὸν σπόρον. Οὐκ αἰσχρὸν δὲ ἡμῖν ἐπ' ὠφελείᾳ τῶν ἀκουόντων τὰ κυητικὰ ὀνομάζειν ὄργανα, ὧν οὐκ ἐπῃσχύνθη τὴν δημιουργίαν ὁ θεός. 2.10.93.1 ∆ιψῶσα τοίνυν ἡ ὑστέρα παιδοποιίας προσίεται τὴν σποράν, καὶ τὸ ἐπίψογον τῆς συνουσίας ἀρνεῖται, μετὰ τὴν σπορὰν ἀποκλείουσα τέλεον ἤδη τὴν ἀσέλγειαν μεμυκότι τῷ στόματι. Αἱ δὲ ὀρέξεις αὐτῆς αἱ τέως περὶ τὰς φιλοστόργους συμπλοκὰς δεδονημέναι, ἀποστραφεῖσαι, ἔνδον περὶ τὴν παιδοποιίαν ἀσχολούμεναι συνεργοῦσι 2.10.93.2 τῷ δημιουργῷ. Οὐ δὴ θέμις ἐργαζομένην τὴν φύσιν ἤδη ἐνοχλεῖν ἔτι, περιττεύοντας εἰς ὕβριν· ὕβρις δέ, ἡ πολυώνυμος καὶ πολυειδής, ἐπειδὰν ἐκτραπῇ κατὰ τοῦτο τῆς ἀταξίας τὸ μέρος τὸ κατὰ τὴν ἀφροδίτην, λαγνεία κέκληται, τὸ λαϊκὸν καὶ δημῶδες καὶ ἄναγνον, τὸ περὶ τὰς ὀχείας τὸ καταφερές, ἐμφαίνοντος τοῦ ὀνόματος, ἐξ ὧν αὐξηθέντων τὸ πολὺ τῶν νοσημάτων πλῆθος ἐπισυμβαίνει, φιλοψία, φιλοινία, φιλογυνία, καὶ δὴ καὶ ἀσωτία καὶ φιληδονία πᾶσα, ὧν 2.10.93.3 τυραννεύει ἐπιθυμία. Μυρία δὲ τούτοις αὔξεται ἀδελφὰ παθήματα, ἐξ ὧν τὸ ἀκόλαστον κορυφοῦται ἦθος· λέγει δὲ ἡ γραφή· Ἑτοιμάζονται ἀκολάστοις μάστιγες καὶ τιμωρίαι ὤμοις ἀφρόνων, τὴν ἰσχὺν τῆς ἀκολασίας καὶ τὴν εὔτονον ὑπομονὴν ὤμους ἀφρόνων καλοῦσα. ∆ιὰ τοῦτό τοι ἀπόστησον ἀπὸ τῶν δούλων σου ἐλπίδας κενάς, καὶ ἐπιθυμίας, φησίν, ἀπρεπεῖς ἀπόστρεψον ἀπ' ἐμοῦ, 2.10.93.4 κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με. Πόρρωθεν οὖν ἀπερύκειν χρὴ τὴν πολλὴν τῶν ἐπιβούλων κακουργίαν· οὐ γὰρ εἰς τὴν Κράτητος πήραν μόνον, ἀλλ' οὐδὲ εἰς τὴν ἡμετέραν πόλιν εἰσπλεῖ οὐ μωρὸς παράσιτος οὐδὲ λίχνος πόρνος πυγῇ ἀγαλλόμενος, οὐ δολερὰ πόρνη, ἀλλ' οὐδὲ ἄλλο τι τοιοῦτον ἡδονῆς θηρίον. Πολλὴ οὖν ἡμῖν ἐγκατεσπάρθω παρ' ὅλον τὸν βίον ἀξιοπραγία. 2.10.94.1 Καθόλου μὲν οὖν εἰ γαμητέον ἢ γάμου εἰς τὸ παντελὲς καθαρευτέον ἔχεται γὰρ ζητήσεως καὶ τοῦτο-, ἐν τῷ Περὶ ἐγκρατείας ἡμῖν δεδήλωται. Εἰ δὲ αὐτὸ τοῦτο, εἰ γαμητέον, ἐδέησε σκέψεως, πῶς ἂν ἐπιτραπείη ἀνέδην καθάπερ τροφῇ, οὕτω δὲ καὶ συνουσίᾳ ὡς 2.10.94.2 ἀναγκαίῳ κεχρῆσθαι ἑκάστοτε; Ἔστι γοῦν συνιδεῖν ἐξ αὐτῆς καθάπερ στήμονας τὰ νεῦρα διαφορούμενα καὶ περὶ τὴν ἐπίτασιν τῆς ὁμιλίας διαρρηγνύμενα· ναὶ μὴν καὶ ἀχλὺν περισκεδάννυσι τοῖς αἰσθητηρίοις, 2.10.94.3 κόπτει δὲ καὶ τοὺς τόνους. Σαφὲς τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ζῴων καὶ ἐπὶ τῶν ἐν ἀσκήσει σωμάτων, ὧν οἱ ἀπεχόμενοι ἐν τοῖς ἀγῶσι τῶν ἀντιπάλων περιγίνονται, τὰ δὲ ἀπάγεται τῆς ὀχείας περιελκόμενα, μονονουχὶ συρόμενα, ἰσχύος ἁπάσης καὶ ὀρούσεως τέλεον κεκενωμένα. Μικρὰν ἐπιληψίαν τὴν συνουσίαν ὁ Ἀβδηρίτης 2.10.94.4 ἔλεγεν σοφιστής, νόσον ἀνίατον ἡγούμενος. Ἦ γὰρ οὐχὶ καὶ ἐκλύσεις παρέπονται τῷ μεγέθει τῆς ἀπουσίας ἀνατιθέμεναι; Ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου ἐκφύεταί τε καὶ ἀποσπᾶται. Ὅρα τὸ μέγεθος τῆς βλάβης· ὅλος ἄνθρωπος ἀποσπᾶται κατὰ συνουσίας ἀπουσίαν· φησὶ γάρ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Τοσοῦτον ἄρα ὁ ἄνθρωπος κενοῦται τῷ σπέρματι, ὅσος ὁρᾶται τῷ σώματι· ἀρχὴ γὰρ γενέσεως τὸ ἀπαλλαττόμενον. Ἀλλὰ καὶ τῆς ὕλης ὁ βρασμὸς ἐκταράττει καὶ συγκρούει τὴν ἁρμονίαν τοῦ σώματος. 2.10.95.1 Ἀστεῖος οὖν μάλα ἐκεῖνος ὁ πρὸς τὸν ἐρόμενον πῶς ἔχοι πρὸς τὰ ἀφροδίσια, εὐφήμει, φήσας, ἄνθρωπε, ἀσμενέστατα μέντοι 2.10.95.2 αὐτὰ ἀπέφυγον