ἐκφοβεῖν ἵνα μὴ ἁμάρτωμεν· φόβος γὰρ κυρίου ἀπωθεῖται ἁμαρτήματα, ἄφοβος δ' οὐ δυνήσεται δικαιωθῆναι, φησὶν ἡ γραφή. Καὶ τὴν κόλασιν ὁ θεὸς οὐχ ὑπὸ ὀργῆς ἐπιφέρει, ἀλλὰ τὸ δίκαιον σκοπεῖ, ὡς οὐ 1.8.69.1 συμφέρει παραλειφθῆναι τὸ δίκαιον δι' ἡμᾶς. Αἱρεῖται δὲ ἕκαστος ἡμῶν τὰς τιμωρίας αὐτὸς ἑκὼν ἁμαρτάνων· αἰτία δὲ ἑλομένου, ὁ θεὸς ἀναίτιος. Εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; μὴ γένοιτο. Λέγει γοῦν ἀπειλῶν· παροξυνῶ τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου καὶ αὐτὸς ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσω· μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά 1.8.69.2 μου φάγεται κρέα ἀπὸ αἵματος τραυματιῶν. Σαφὲς γὰρ ἐνταῦθα ὡς ἄρα οἱ μὴ διεχθρεύοντες τῇ ἀληθείᾳ μηδὲ μισοῦντες τὸν λόγον οὐκ ἂν τὴν σφῶν αὐτῶν μισήσαιεν σωτηρίαν, ἐκφύγοιεν δ' ἂν τῆς ἔχθρας τὰ ἐπιτίμια. Στέφα1.8.69.3 νος ἄρα σοφίας, ᾗ φησιν ἡ σοφία, φόβος κυρίου. Σαφέστατα γοῦν διὰ τοῦ Ἀμὼς τοῦ προφήτου τὴν οἰκονομίαν μεμήνυκεν ὁ λόγος τὴν ἑαυτοῦ, κατέστρεψα ὑμᾶς λέγων, καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός, καὶ οὐδ' ὣς ἐπεστρέψατε 1.8.70.1 πρός με, λέγει κύριος. Ὁρᾶτε πῶς ὁ θεὸς τὴν μετάνοιαν ὑπὸ φιλαγαθίας ζητεῖ ἐνδείκνυταί τε παρὰ τὴν οἰκονομίαν τῆς ἀπειλῆς ἡσυχῇ τὸ φιλάνθρωπον τὸ ἑαυτοῦ. Ἀποστρέψω, φησί, τὸ πρόσωπόν μου ἀπ' αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς. Οὗ γὰρ τὸ πρόσωπον κυρίου ἐπιβλέπει, εἰρήνη καὶ ἀγαλλίασις, οὗ δὲ ἀπέστραπται, παρείσδυσις γίνεται 1.8.70.2 πονηρίας. Οὐ βούλεται οὖν ἐφορᾶν τὰ κακά· ἀγαθὸς γάρ ἐστι· παρορῶντος δὲ αὐτοῦ ἑκοντί, διὰ τὴν ἀπιστίαν τὴν ἀνθρωπίνην γένεσιν ἴσχει κακία. Ἴδε οὖν, φησὶν ὁ Παῦλος, χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι, τουτέστι τῇ εἰς Χριστὸν πίστει. Ἕπεται δὲ τῷ ἀγαθῷ, ᾗ φύσει 1.8.70.3 ἀγαθός ἐστιν, ἡ μισοπονηρία. ∆ιὸ καὶ κολάζειν μὲν αὐτὸν ὁμολογήσαιμι τοὺς ἀπίστους, ἡ γὰρ κόλασις ἐπ' ἀγαθῷ καὶ ἐπ' ὠφελείᾳ τοῦ κολαζομένου, ἔστι γὰρ ἐπανόρθωσις ἀντιτείνοντος, τιμωρεῖσθαι δὲ μὴ βούλεσθαι. Τιμωρία δέ ἐστιν ἀνταπόδοσις κακοῦ ἐπὶ τὸ τοῦ τιμωρουμένου συμφέρον ἀναπεμπομένη. Οὐκ ἂν δὲ ἐπιθυμήσει τιμωρεῖσθαι ὁ ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς προσεύχεσθαι διδάσκων. 1.8.71.1 Ἀλλὰ ὅτι μὲν ἀγαθὸς ὁ θεός, καὶ ἄκοντες ὁμολογοῦσιν οἱ πάντες· ὅτι δὲ καὶ δίκαιος ὁ αὐτὸς θεός, οὔ μοι χρὴ πλειόνων ἔτι λόγων τὴν εὐαγγέλιον τοῦ κυρίου παραθεμένῳ φωνήν· ἓν μὲν αὑτὸν λέγει· ἵνα πάντες ἓν ὦσι, καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα καὶ ὁ κόσμος πιστεύῃ, ὅτι σύ με ἀπέστειλας. Κἀγὼ τὴν δόξαν, ἣν ἔδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν· ἓν 1.8.71.2 δὲ ὁ θεὸς καὶ ἐπέκεινα τοῦ ἑνὸς καὶ ὑπὲρ αὐτὴν μονάδα. ∆ιὸ καὶ τὸ σύ μόριον δεικτικὴν ἔχον ἔμφασιν τὸν ὄντως μόνον ὄντα, ὃς ἦν καὶ ἔστιν καὶ ἔσται, δείκνυσιν θεόν, καθ' ὧν τριῶν χρόνων ἓν ὄνομα κεῖται ὁ ὤν. Ὅτι δὲ ὁ αὐτὸς μόνος ὢν θεὸς καὶ δίκαιός ἐστιν ἐν τῷ αὐτῷ μαρτυρήσει κύριος εὐαγγελίῳ λέγων πάτερ, οὓς ἔδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἣν ἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων κἀκεῖνοι ἔγνωσαν, ὅτι σύ με ἀπέστειλας· καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά 1.8.71.3 σου καὶ γνωρίσω. Οὗτός ἐστιν ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα τοῖς μισοῦσι καὶ ποιῶν ἔλεος τοῖς ἀγαπῶσιν. Ὁ γὰρ ἱστὰς τοὺς μὲν ἐκ δεξιῶν, τοὺς δὲ ἐξ εὐωνύμων, καθὸ μὲν πατὴρ νοεῖται, ἀγαθὸς ὤν, αὐτὸ μόνον ὅ ἐστι κέκληται ἀγαθός, καθὸ δέ, υἱὸς ὤν, ὁ λόγος αὐτοῦ ἐν τῷ πατρί ἐστι, δίκαιος προσαγορεύεται ἐκ τῆς πρὸς ἄλληλα σχέσεως ἀγάπης, ἰσότητι μεμετρημένον ὄνομα