De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
μόνα φρονοῦντες τὰ ἐπὶ τῆς γῆς, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ὁλοτρόπως ἐγκείμενοι. Ταύτῃτοι λοιπὸν καὶ κατολισθεῖν ἡμᾶς ἠφίει Θεὸς, εἰς ἀδόκιμον νοῦν. {ΠΑΛΛ.} Παλινδρομεῖν οὖν ἄρα πρὸς ἀρετὴν ἀναγκαῖον; {ΚΥΡ.} Ἀμελητί γε, ὦ τᾶν, οὐκ ἐφιεμένους ἔτι τῆς ἐν κόσμῳ ζωῆς, κατ' ἐκεῖνό που πάντως τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον ὀρθῶς· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ.» ∆εδιψηκότας δὲ μᾶλλον τὴν ἐν οὐρανοῖς ἀπογραφὴν, καὶ οἱονεὶ πατρίδα καὶ πόλιν τὴν ἄνω πεποιημένους, καὶ ἀνακεκραγότας εὖ μάλα πρὸς Θεόν· «Ἄνες μοι ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.» Ὁ γάρ τοι περιπατῶν ἐπὶ τῆς γῆς, καὶ λαμπρὸν ἐν 68.165 οὐρανοῖς τὸ πολίτευμα ἔχων πάροικός τε καὶ παρεπίδημος ἀληθῶς ἐξ αὐτῶν ἂν εἰκότως φαίνοιτο τῶν πραγμάτων. Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητὴς τοῦτο ποιεῖσθαι κελεύει, καὶ ἡμᾶς αὐτοὺς αὔχημα περιφανές τε καὶ εὐπρεπὲς, ὡδί πη λέγων· «Ἀδελφοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς.» {ΠΑΛΛ.} Ἆρ' οὖν ἀρκέσειε πρὸς κατόρθωσιν ἀρετῆς ἡ τοιάδε διάθεσις, τὸ καταλῆξαί φημι τῶν σαρκικῶν ἐπιθυμιῶν; {ΚΥΡ.} Εἰ προσγένοιτο σοφῶς καὶ τὰ ἐκ τῆς ἑτέρας ἐπιεικείας, δῆλον δὲ ὅτι τῆς πνευματικῆς. Γέγραπται γάρ· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Ἢ οὐχὶ διττὸς ἐν ἡμῖν ὁ μολυσμὸς, ψυχῆς τε καὶ σώματος; Ἕπεσθαι δεῖν οἰηθείην ἂν, καὶ λίαν εἰκότως, τοῖς καταμιαίνειν εἰωθόσιν, ἰσοπαλῆ τε καὶ ἰσουργὰ τὰ διασμήχειν εἰωθότα. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ὥσπερ οὖν ἀμέλει διττὸς ὁ ῥύπος ψυχικός τε καὶ σωματικὸς, οὕτω καὶ ἡ διακάθαρσις ψυχική τε καὶ σωματικὴ γένοιτ' ἂν εἰκότως. Πλὴν ὅτι τὸ παροικίαν ἡγεῖσθαι, φιλεῖν τὴν ἐν κόσμῳ ζωὴν, τοῖς τῇδε διακειμένοις οὐκ ἀκερδὲς ἀταλαιπώρως ἰδεῖν, εἴπερ ἕλοιτό τις εἰκόνα τοῦ πράγματος ποιεῖσθαι τὸν Ἀβραὰμ, πρὸς ὃν εἴρηται παρὰ Θεοῦ· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητὸς, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Συνίης ὅπως οὐκ ἐκ γῆς τε καὶ οἴκου μόνον, ἀλλὰ καὶ ἐκ τῆς συγγενείας, καὶ μὴν καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἀπαίρειν ἐκέλευσεν, ἥκειν τε εἰς γῆν, ἥνπερ αὐτὸς ἐκδείξειεν ὁ καλῶν; {ΠΑΛΛ.} Ἀλλὰ τί δὴ τοῦτό ἐστιν; {ΚΥΡ.} Εἶτά πως οὐκ ἐναργὲς, ὅτι Θεοῦ καλοῦντος εἰς ἀκολούθησιν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, καὶ τῆς ἐν κόσμῳ ζωῆς, φημὶ δὲ δὴ πάλιν τῆς ἐν ἡδοναῖς καὶ φιλοσαρκίαις, οὓς ἂν ἕλοιτο τιμᾷν, ἐξέρπειν ἐθέλοντος, ἀπόπληκτον κομιδῇ, τὸ ἡγεῖσθαί τι τοῦ τοιοῦδε ἄμεινον; Καταλογιζέσθω γὰρ ὡς οὐδὲν πατρίς τε καὶ γένος, καὶ οἶκος πατρὸς, καὶ τῶν ἐπιγείων ἡ κτῆσις. Τοιγάρτοι καὶ αὐτὸς ὁ Σωτὴρ πρὸς τὴν ἴσην ἡμᾶς ἀνδρείαν ἐκάλει, λέγων· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Προσετίθει δέ· «Καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἢ οἰκίας ἕνεκα τοῦ ὀνόματός μου, πολλαπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.» Ἢ γὰρ οὐχὶ τῆς εἰς ἄκρον εὐσθενείας τῆς ἐν Χριστῷ νοουμένης ἔργον εἶναι φῂς, τὴν οὕτω λαμπρὰν καὶ 68.168 περίοπτον ἀνδρείαν, ἣ παρ' οὐδὲν ἡγεῖται ταυτί; τὸ δὲ δεῖν ἕπεσθαι τῷ Χριστῷ ποιεῖται περὶ πολλοῦ. {ΠΑΛΛ.} Πάνυ μὲν οὖν, ἐπεί τοι καὶ τῆς ἀρίστης ἐλπίδος, καὶ τῆς ἐν Χριστῷ θυμηδίας διωλισθήκασιν, οἱ κεκλημένοι μὲν εἰς τοὺς γάμους, καταρνησάμενοι δὲ τὴν ἄφιξιν. Ὧν ὁ μέν τις ἔφη· «Γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν.» Ὁ δέ τις ἀγρὸν ἐκπρίσσθαι λέγων, ἀμείνω τῆς κλήσεως ἐποιεῖτο τὰ πρόσκαιρα. {ΚΥΡ.} Εὖγε, ὦ Παλλάδιε· εὐφραίνεις γὰρ ἡμᾶς τὰ εἰκότα λέγων, καὶ ἐξ εὐμαθείας τῆς ἄγαν προαναθρώσκων εὖ μάλα πρὸς τὸ συνιέναι θερμῶς τοῦ λόγου τὸ πέρας. Ἄθρει δὴ οὖν ὅτι τοῖς ὀλοσχερῶς τε καὶ