De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἑαυτοὺς εἰς ἁγιασμὸν καὶ ἀνάθημα καταγράφοντες τῷ Θεῷ, καὶ ἀνατιθέντες ἀσμένως τὴν τῷ νόμῳ διωρισμένην τῶν διδράχμων ποσότητα. Εἰ δὲ δή τις εἴη τῶν οὐ λίαν εὐσθενῶν, ἤγουν τῶν ἀσημοτέρων, οὐκέτι μὲν κατὰ νόμους ἡ ἔκτισις ἦν. ∆οκιμάζοντος δὲ τοῦ κατὰ καιροὺς ἱερατεύοντος, ὄφλημά τι τοῖς αὐτοῦ μέτροις τὸ ἰσοπαλὲς ὡρίζετο. Αὕτη μὲν οὖν ἡ ἐμφανεστέρα τοῦ γράμματος ἀφήγησις καὶ ἔννοια· ἀναμνῆσαι δὲ δεῖν ἀναγκαῖον ὑπολαμβάνω τοὺς τοῖς ἱεροῖς προσεδρεύοντας λόγοις ὅτι μάλιστα φιλομαθῶς, ὡς τοῖς Φαρισαίοις ποτὲ προσελάλει Χριστὸς, καὶ ταυτησὶ σαφῶς τε καὶ ἐναργῶς διεμέμνητο τῆς ἐντολῆς. Οἱ μὲν γὰρ, εἰς ἐξίτηλόν τινα καὶ οὐχὶ τῷ νόμῳ διεγνωσμένον μεθορμισάμενοι βίον, καὶ διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων, κατὰ τὸ γεγραμμένον, προσίεσαν λέγοντες, «∆ιατί οἱ μαθηταί σου παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίουσι.» Παραχρῆμα δὲ πρὸς αὐτοὺς ὁ Σωτήρ· «∆ιατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ; Ὁ γὰρ Θεὸς εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται· ὑμεῖς δὲ λέγετε, Ὃς ἐὰν εἴπῃ τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ, ∆ῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν 68.1036 παράδοσιν ὑμῶν.» Ἐρασιχρήματοι μὲν γὰρ καὶ φιλοκερδεῖς ἄγαν ὄντες οἱ Φαρισαῖοι, πλείστους μὲν ὅσους ὁρᾷν ἐπεθύμουν πρὸς τὴν κατὰ νόμον ἰόντας ἀπογραφὴν, ἵνα δὴ σφίσιν ἁδρύνοιτο τὰ βαλάντια, τὰ παρ' ἑκάστου τῶν προσιόντων ἀπλήστῳ χειρὶ συλλέγουσιν. Ἀλλ' ἦν εἰκὸς ἀναδύεσθαί τινας τὴν ἀπογραφὴν, ὄκνου πρόφασιν ἔχοντας οὐκ ἀγεννῆ τὴν πτωχείαν, καὶ τόγε δὴ χρῆναι δεῖν γηροκομεῖν πατέρας ἤγουν καὶ μητέρας, ἐξ ὧν αὐτοὶ καὶ οὐ σὺν ἱδρῶτι βραχεῖ πορίσαιντο· μόλις ταυτὶ μαθόντες οἱ ἀλιτήριοι Φαρισαῖοι, προὔτρεπον ἑτοίμους ἰέναι πρὸς τὴν ἀνάθεσιν, οὐ τὰ εἰκότα φρονοῦντες ἔτι, καὶ τὸ νόμῳ δοκοῦν ἐκτετιμηκότες, τὸ ἀποπεραίνειν εὖ μάλα, φημὶ, τὴν εἰς γονέας αἰδὼ, καὶ φειδοῦς μεταποιεῖσθαι τῆς εἰς αὐτοὺς, ἐῤῥῶσθαι δὲ μᾶλλον ἐπιφωνοῦντας ἤδη πως, τὰ νενομισμένα πληροῦν. Ἐπειδὴ γὰρ ἔγκλημα καὶ γραφὴ κατὰ νόμους ἦν τὸ σφετερίσασθαί τι τῶν εἰς δόξαν Θεοῦ προσενηνεγμένων, δῶρον δὲ ἦν ὄνομα τοῖς ἀναθήμασιν, ἐδίδασκον λέγειν ἐξαιτοῦσι τὰς ἐπικουρίας τοῖς γεγεννηκόσι· «∆ῶρον ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς,» τουτέστιν, ὅπερ ἄν σοι δῴην ἐγὼ, τοῦτό ἐστιν ἀνάθημα, καὶ λελυπηκὼς ἴσθι τοι τὸν νόμον, τὰ εἰς δόξαν Θεοῦ παρακλέπτων καὶ ἀνοσίως λαμβάνων. Ἀκαταιτίατον δὲ τὴν εἰς γονέας ἀπανθρωπίαν διεβεβαιοῦντο ὑπάρχειν οἱ τῶν αἰσχίστων αὐτοῖς εὑρημάτων εἰσηγηταὶ, Θεῷ μᾶλλον ἀναθεῖναι τὰ ὄντα κατὰ τὸν νόμον ᾑρημένοις. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ὃς ἂν εἴπῃ τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ ὐτοῦ, ∆ῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα αὐτοῦ.» Ἐξέστω γὰρ δὴ τὸ μὴ τιμᾷν πατέρα, μήτε μὴν αἰδὼ ποιεῖσθαι μητρὸς, τοῖς λέγουσι· «∆ῶρον ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς,» τοῦτ' ἐστιν, ὅπερ ἄν σοι δοὺς, ὠφελήσαιμι τυχὸν, τοῦτο θεῖόν ἐστι δῶρον, καὶ τῶν ἱερῶν ἀναθημάτων ἔσῃ κλοπεύς. {ΠΑΛΛ.} Ὀρθῶς τε καὶ ἀληθῶς εἰρῆσθαί φημι. {ΚΥΡ.} Ἐπειδὴ δὲ ὁ τῆς ἱστορίας ἡμῖν οὐκ ἀσυμφανῶς ἔχει λόγος, ἴωμεν ἐπὶ τὰ πνευματικὰ, καὶ τῆς τῶν αἰσθητῶν ἐπέκεινα θεωρίας ἁψώμεθα. {ΠΑΛΛ.} Ἴωμεν. {ΚΥΡ.} Ἕκαστος ἡμῶν, ὦ Παλλάδιε, τῶν ἐν πίστει δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι, ἱερὸν ἀνάθημα γέγονε τῷ Θεῷ. Ὀφείλομεν δὲ τῷ Χριστῷ τὴν οἰκείαν ζωὴν ἕκαστος. Ὡς γὰρ ὁ θεσπέσιος ἔφη Παῦλος, «Τιμῆς ἠγοράσθημεν, καὶ οὐκ ἐσμὲν ἑαυτῶν.» Καὶ, «Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Κατεκτήσατο γὰρ ἡμᾶς δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τιμὴν ὥσπερ τινὰ καταθεὶς τὴν ὑπὲρ ἡμῶν, τὸ ἴδιον αἷμα. Προσίεμεν οὖν ἄρα τῷ πάντων Σωτῆρι Χριστῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, τῶν εἰς ἡμᾶς παρ' αὐτοῦ γεγονότων, προσάγοντες τὴν ἀντέκτισιν, τῆς ἐν εὐσεβείᾳ ζωῆς τὴν ἀνάθεσιν. Ἀλλὰ