De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τε καὶ σὺν αὐτῷ τὸν Πατέρα, συνεισθέοντος δὲ ἀναγκαίως τῇ τοιᾷδε γνώσει καὶ τοῦ ἐλεεῖσθαι δεῖν· ∆εδικαιώμεθα γὰρ ἐν πίστει, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, ἀπεφορτισάμεθά τε τὴν φθορὰν, καὶ εἰς καινότητα ζωῆς ἐν Χριστῷ μετεστοιχίσμεθα, κατοικτείροντος Θεοῦ. Καὶ καθ' ἕτερον δὲ τρόπον, εἰ πρὸς Ἰουδαίους τοῦ λόγου τὴν δύναμιν παρατρέποιμεν, ἠλέηνται κατὰ τὸ ἀληθὲς, ἐπιλάμψαντος αὐτοῖς τοῦ Μονογενοῦς. Ἐπέκειτο μὲν γὰρ αὐτοῖς δύσοιστον ὥσπερ τι καὶ ἀπόβλητον ἄχθος, ὁ κατακρίνων νόμος, καὶ οἰκτιρμοῦ δίχα κολάζων τοὺς ἁμαρτάνοντας. Ἠλέηνται δὲ, τὴν δικαιοῦσαν χάριν ὀψὲ καὶ μόλις διὰ Χριστοῦ κερδαίνοντες, οὗ καὶ τὴν ἄφιξιν ἰδεῖν γλιχόμενοι, πρὸς τὸν τῶν ὅλων Θεὸν ἐκεκράγεισαν, «Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.» Ἠλεήμεθα δὴ οὖν οἱ πάντες ἐν ἐπιφανείᾳ Χριστοῦ. Καὶ μέντοι καὶ ἔπαρσις τοῦ προσώπου τοῦ Θεοῦ πρόξενος εἰρήνης, ἧς ἐστι δοτὴρ καὶ βραβευτὴς ὁ Χριστὸς, ὡς ἴδιον ἀγαθὸν τοῖς πιστεύουσιν εἰς αὐτὸν καὶ προθεὶς καὶ δωρούμενος. «Εἰρήνην» γὰρ, φησὶν, «τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Ὅτε γὰρ οἱονεί πως ὑψοῦ τέθεικε τὸν Υἱὸν ὁ Πατὴρ, χαρισάμενος αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, «Κάθου τε ἐκ δεξιῶν μου,» λέγων, τότε δὴ, τότε τὴν διιστᾶσαν ἡμᾶς καταλύσαντες ἔχθραν, συνήφθημεν εἰς εἰρήνην, διὰ τοῦ φρονεῖν ἑλέσθαι τὰ αὐτοῦ, καὶ ἐν Πνεύματι περιπα 68.776 τεῖν, ἐν ᾧ καὶ δι' οὗ θείας φύσεως ἀναδεδείγμεθα κοινωνοὶ, συνείροντος ἡμᾶς εἰς ἑνότητα τοῦ Χριστοῦ· ἔφη γάρ που πρὸς τὸν Πατέρα· «Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἒν ὦσιν.» -»Ἒν γὰρ δὴ σῶμα οἱ πάντες ἐσμὲν ἐν Χριστῷ,» καί· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι,» κατὰ τὴν Γραφήν. Ὅτι, δὲ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἴδιον ὥσπερ ἐπαίροντος πρόσωπον, τοῦτ' ἔστι, δοξάζοντος τὸν Υἱὸν, τὴν πρὸς αὐτὸν εἰρήνην πεπλουτήκαμεν, σαφηνιεῖ λέγων αὐτός· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» {ΠΑΛΛ.} Ὀρθῶς διανοῇ. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν πνεύματι πρὸς τὸν Πατέρα.» {ΚΥΡ.} Ἱερέων μὲν οὖν πέρι καὶ τῆς ἐπ' αὐτοῖς ἀναδείξεως ταυτὶ πρὸς ἡμᾶς ὁ νόμος. Ἁγιάζεσθαι δὲ δεῖν εὖ μάλα φησὶ τὸ Λευιτικὸν, καὶ τοῖς καθήκουσι τρόποις προηγνισμένον, τῆς ἐκνεμηθείσης αὐτοῖς λειτουργίας μεταποιεῖσθαι τότε. Λέγει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Λάβε τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀφαγνιεῖς αὐτοὺς, καὶ οὕτως ποιήσεις τὸν ἀφαγνισμὸν αὐτῶν· περιῤῥανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται, καὶ λήψονται μόσχον ἕνα ἐκ βοῶν, καὶ τούτου θυσίαν σεμίδαλιν ἀναπεποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἕνα ἐνιαύσιον ἐκ βοῶν λήψῃ περὶ ἁμαρτίας, καὶ προσάξεις τοὺς Λευίτας ἔνδοσθεν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, καὶ προσάξεις τοὺς Λευίτας, καὶ ἀφορίσει Ἀαρὼν τοὺς Λευίτας, ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου. Οἱ δὲ Λευῖται ἐπιθήσουσι τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσεις τὸν ἕνα περὶ ἁμαρτίας, καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσασθαι περὶ αὐτῶν. Καὶ στήσεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἐναντίον. Ἀαρὼν, καὶ ἐναντίον τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς, ἀπόδομα ἔναντι Κυρίου, καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, καὶ ἔσονται ἐμοὶ, καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.» {ΠΑΛΛ.} ∆ιασάφει δὴ οὖν εὖ μάλα, τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τοῦ ἁγνισμοῦ τρόπος, τοῦ τοῖς Λευίταις ἐπενηνεγμένου. {ΚΥΡ.} Μυστικὸς μὲν οὖν, ὦ Παλλάδιε, καὶ ἐν Χριστῷ δὴ πάλιν· αὐτὸς γὰρ ἡμῶν ἡ ἀποκάθαρσις, καὶ ῥύπου παντὸς ἡ ἀπόνιψις, καὶ ἁγιασμοῦ δοτήρ. Περιῤῥανεῖς γὰρ αὐτοὺς ὕδωρ ἁγνισμοῦ, φησί. Τοῦτό τοι καὶ ὁ σοφὸς κατεδήλου Παῦλος, ὡδὶ γεγραφώς· «Εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει