De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
{ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Γυμνὸς οὖν ἄρα καὶ ἀτιμότατος νοῦς, καὶ αἰσχύνης ἔμπλεως οὐκ ἔχων ἐν ἑαυτῷ τὰ δι' ὧν θαυμάζεται. Εἶεν δ' ἂν ἐν τούτοις καὶ μάλα εἰκότως οἵ τε ὀλιγογνώμονες, καὶ παρεφθαρμένην ἔχοντες ἐπὶ Θεῷ τὴν δόξαν, ὡς λίθοις προσκυνεῖν, ἤγουν ἀσυνέτως ἀποτολμᾷν ἀπονέμειν τῇ κτίσει τὸ σέβας, παρὰ τὸν κτίστην καὶ ποιητὴν, καὶ τὰ εἰσάπαν διεστραμμένα φρονεῖν τε καὶ λέγειν, καὶ τὴν μὲν ἀληθῆ καὶ ἀμώμητον ἀποσείεσθαι πίστιν, ἐπιθρώσκειν δὲ μᾶλλον, οἷς ἂν ἐξ ἠλιθιότητος παραφθέγξαιτό τις, διάτοι τὸν νοῦν ἀγαθοῖς οὐκ ἔχειν κατακομῶντα λογισμοῖς. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Ἔστω δὴ οὖν τοῖς εἰς ὀρθότητα λογισμοῖς μεμεστωμένος ὁ νοῦς, καὶ ἐννοιῶν εὑρήμασι τοῖς εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων, οἷά τινι κόμῃ κατεστεμμένος. Ἔμφρων γὰρ ὁ τοιοῦτός ἐστιν ὅτι μάλιστά γε, καὶ ἐπιτηδείως ἔχων εἴς γε τὸ χρῆναι λοιπὸν τὸν ἐν Χριστῷ διὰ πίστεως εἰσοικίσασθαι φωτισμόν. Εὐφυᾶ δὲ οὕτω καὶ ἀπόλεκτον ἐξησκηκότα ζωὴν, τὸν νῷ τοιῷδε διαπρεπῆ, παντὸς τοῦ καταμιαίνειν πεφυκότος οἴχεσθαι μακρὰν τὸ θεῖον ἡμῖν ἐπιτάττει χρησμῴδημα, καὶ σαρκικῶν μὲν ἔργων ἀποχωρεῖν, τὰ δὲ ὅσα βλέπει πρὸς νέκρωσιν καὶ φθορὰν, ὡς ἀπωτάτω ῥίπτειν. Τοιγάρτοι μὴ χρῆναι τοῖς τεθνεῶσιν ἐπιφοιτᾷν, μήτε μὴν ἐπὶ νεκρῷ καταμιαίνεσθαι φιλεῖν, τοῦτό που πάντως ἡμῖν ὑπαινίττεται. Ἐξείργει δὲ τοῦ τοιοῦδε παντελῶς ὁ νόμος, καὶ τῆς εἰς γονέας αἰδοῦς ἄμεινον τιθεὶς τὸ τῷ Θεῷ δοκοῦν. «Ἐπὶ πατρὶ γὰρ, φησὶ, καὶ ἐπὶ μητρὶ οὐκ εἰσελεύσεται.» Κατορθουμένης γὰρ ἀρετῆς, ἐῤῥέτω φιλοσαρκία, τῆς ἐξ αἵματος οἰκειότητος ἐν λόγῳ τῷ προὔχοντι καὶ ἀμείνονι ἔστω Θεός. Τοῦτό τοι καὶ αὐτὸς ἔφασκεν ὁ Χριστός· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ὅτι δὲ τὰ Θεοῦ, τῆς εἰς γονέας αἰδοῦς ἐν ἀμείνοσι, καὶ αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Σωτήρ. Προσῄει μὲν γάρ τις τῶν ἤδη τελούντων 68.1048 ἐν μαθηταῖς, λέγων· «Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου.» Ὁ δὲ, «Ἀκο-λούθει μοι, φησὶ, καὶ ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς·» νεκροὺς, οἶμαι, λέγων τοὺς τὰ ἐν κόσμῳ φρονεῖν ἑλομένους, καὶ τῶν τῆς νεκρότητος ἔργων οὐκ ἀπεσχημένους. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Τρόπος μὲν γὰρ δὴ πολιτείας τῆς πανάγνου καὶ ἐξῃρημένης οὑτοσὶ, κατὰ τὸν νόμον, μᾶλλον δὲ ὡς ἐν πνεύματί τε καὶ ἀληθείᾳ· σκιὰ γὰρ ὁ νόμος. Ἀλλ' εἰ γένοιτο, φησὶν, ἐπὶ νεκρῷ καταμιανθῆναί ποτε τὸν ἡγιασμένον, ἀποκειρέσθω δή ποτε, καὶ ψιλούσθω τὴν κεφαλὴν, ἀνίερον ἔχων ἤδη πως τὴν κόμην. Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. Προσκομιζέτω δὲ, φησὶ, καὶ ἀμνὸν ἐνιαύσιον· καὶ αἱ ἡμέραι αἱ πρῶται ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη ἡ κεφαλὴ εὐχῆς αὐτοῦ. Εἰ γὰρ γένοιτο τὸν ἡγιασμένον καταῤῥᾳθυμῆσαι τοῦ πρέποντος, καὶ τοῖς εἰς νεκρότητα καταμιανθῆναι τρόποις, ἀπονενευκότα πρὸς τὰ σαρκὸς, ἕψεταί που πάντως αὐτῷ τὸ ἀπεμπωλῆσαι δεῖν τῆς πανάγνου πολιτείας τὰ αὐχήματα, καὶ ἀτιμοτάτην ὥσπερ ἐργάσεται τὴν ἑαυτοῦ κεφαλήν. Ὑπαινίττεται γάρ τι τοιοῦτον ἡ ξύρησις. Εἰκῆ δὲ πεπονηκὼς τὸν παρῳχηκότα χρόνον, τὴν τῶν ἱδρώτων θρηνήσει ζημίαν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Αἱ ἡμέραι αἱ πρῶται ἄλογοι ἔσονται. Τοιοῦτόν τί φησι καὶ διὰ φωνῆς Ἐζεχιήλ· «∆ικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἡμέρᾳ ἁμάρτῃ, καὶ ἀνομία ἀνόμου οὐ μὴ κακώσει αὐτὸν, ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ.» Οὐκοῦν εἰ γένοιτο μεταξὺ καταμιαίνεσθαί πως τοὺς ἡγιασμένους, ζημίαν μὲν ὑποστήσονται τῶν ἤδη προειργασμένων, οὐ μὴν δυσδιάφυκτον τὴν ἐντεῦθεν νοσοῦσι ζημίαν· διασμήχονται γὰρ ἐν Χριστῷ, καθάπερ ἐν τάξει τρυγόνος καὶ περιστερᾶς, ἑαυτὸν ὑπὲρ ἡμῶν προσάγοντος τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὡς ἀμνοῦ καταθυομένου, καὶ δικαιοῦντος ἡμᾶς τῷ θανάτῳ τῆς ἰδίας σαρκός. Ταύτῃτοι προστέταχε, τὸν τὴν ξύρησιν ὑπομείναντα θυσίας προσάγειν ἐν τύπῳ Χριστοῦ, τοῦ δικαιοῦντος τὸν ἀσεβῆ, καὶ ῥωννύντος τὸ