De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἄνθρωπος ᾧ ἐστιν ἐν 68.784 αὐτῷ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδὸς, ἢ κυρτὸς, ἢ ἔφηλος, ἢ πτιλὸς τοὺς ὀφθαλμοὺς, ἢ ἄνθρωπος ᾧ ἐὰν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λιχὴν, ἢ μονόρχης· πᾶς ὅστις ἐστὶν ἐν αὐτῷ μῶμος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Κυρίῳ, ὅτι μῶμος ἐν αὐτῷ. Τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ, οὐ προσελεύσεται προσενεγκεῖν· τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ, τὰ Ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται, πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» {ΠΑΛΛ.} Ἆρ' οὖν, εἰπέ μοι, πρὸς ἐγκλήματός ἐστί τισιν ἀῤῥωστία σωματική; Γράφεται δὲ τὴν φύσιν ὁ ∆ημιουργὸς, καὶ ἀνεθελήτως παρεφθαρμένην; {ΚΥΡ.} Εὖγε, ὦ Παλλάδιε· φρονεῖς γὰρ ὀρθῶς. Αἰτία μὲν γὰρ καὶ γραφὴ γένοιτ' ἂν ἔσθ' ὅτε τισὶν, ἐθελούσιον ἔχουσι τῆς σφῶν αὐτῶν διανοίας τὴν εἰς τὰ φαῦλα παρατροπὴν, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπόνευσιν ἐκτετιμηκόσιν· ἀῤῥωστήμασι δὲ τοῖς περὶ τὴν σάρκα, φυσικῶς τε καὶ ἀνεθελήτως συμβαίνουσι, τὸ ἐπιτιμᾷν, οἶμαί που σκληρὸν καὶ ἀσυμπαθὲς, καὶ τῶν εἰς σκαιότητα κατηγορημάτων οὐκ ἀμοιροῦν. Πάρεστι δὴ οὖν ἐντεῦθεν ἐκεῖνο περινοεῖν, ὡς οὐκ ἂν ὁ τῶν ὅλων δημιουργὸς ἐπ' ἀνεθελήτοις αἰτίαις τὴν ἀνθρώπου φύσιν ἐγράψατο, οὐδ' ἂν ὡς ἀνίερον τὸν ἠῤῥωστηκότα σωματικῶς τῆς αὐτῷ συντεταγμένης ἐξέπεμψε λειτουργίας· ἀλλ' ὡς ἐκ τύπου πάλιν τῶν σωματικῶν, εἰς ἀστειοτέρας ἡμᾶς καταλεπτύνει βουλὰς, καὶ τῶν ἐν ψυχῇ παθῶν τὸ πολυειδὲς ὑποφαίνει, θεομισὲς δὲ ὅτι τὸ χρῆμα δίδωσι νοεῖν. Ἢ γὰρ οὐχὶ καὶ ὁ θεσπέσιος Παῦλος, ἕπεσθαι δεῖν ἔφη τοῖς ἀπολέκτοις εἰς ἱερωσύνην, τὴν ἐφ' ἅπασι τοῖς τεθαυμασμένοις εὐκλεᾶ ψῆφον; «Ἵνα» γὰρ, φησὶν, «ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, εἰς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.» ∆εῖν γε μὴν καὶ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι διισχυρίσατο, καὶ μάλα σαφῶς· καὶ πολλὴν ἐν τούτοις ἐποιεῖτο τὴν ἀκρίβειαν. {ΠΑΛΛ.} Φημί. Τίς δ' ἂν εἴη λοιπὸν καὶ ὁ ἐφ' ἑκάστῳ λόγος τῶν ἀρτίως ἡμῖν ἀπηριθμημένων ἀῤῥωστημάτων, ἐθέλοιμ' ἂν, ὡς εὖ ἴσθι τοι, μαθεῖν. {ΚΥΡ.} Φέρε δὴ οὖν ἀνὰ μέρος, ὡς ἐν εἴδει ἀναλαμβάνοντες, τὰ εἰς νοῦν ἰόντα λέγωμεν· «Ἄνθρωπος,» φησὶν, «εἰς τὰς γενεὰς ὑμῶν, ἐκ τοῦ γένους σου, ᾧ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ.» Ἀσφαλὴς ὁ λόγος, πικρὸν τὸ χρησμῴδημα. Τέθειται γὰρ ὁ νόμος, οὐχὶ κατὰ μόνων τῶν τηνικάδε γεγονότων ἐξ Ἀαρὼν, ἀλλ' εἰς ἅπαν διήκει τὸ γένος, καὶ κατὰ παντὸς αἵματος ἱερατικοῦ, καὶ εἰς πάντα διέρπει χρόνον. ∆ηλοῖ γὰρ, οἶμαι, τουτὶ, τὸ, «Ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν.» Ἀπαράδεκτον γὰρ ἀείπως Θεῷ, τὸ μὴ ἀμωμήτως ἔχον. Καιρὸν δὲ εἰπεῖν οὐκ ἂν δύναιτό τις, καθ' ὃν αὐτῷ προσφιλὲς ἂν γένοιτο τὸ κατεγνωσμένον, ὡς ἐπ' ἀῤῥωστίαις δὲ δὴ μᾶλλον ὅτι ταῖς πνευματικαῖς· 68.785 ἐκτετίμηται δὲ μᾶλλον τὸ ἀμωμήτως ἔχον, καὶ νοσοῦν οὐδαμόθεν τὴν παραφθορὰν, ἄρτιον δὲ ὥσπερ εἰς ἀρετὴν, καὶ εὐσθενὲς εἰς ἁγιασμὸν, τὸ εὐδοκιμεῖν εὖ μάλα μεμελετηκὸς ἐν ὑπομονῇ, καὶ γοργὸν εἰς σύνεσιν διηνεκῆ. Τοιγαροῦν καὶ κατὰ παντὸς ἰόντα τοῦ γένους τὸν ἐπὶ τῷδε ποιεῖται νόμον, ἀκίβδηλον ἑαυτῷ τὸ ἱερὸν καὶ ἀπόλεκτον ἀποφαίνων γένος· τότε μὲν ὡς ἐν φυλῇ τῇ Λευῒ, καὶ ὡς ἐξ αἵματος Ἀαρὼν, νυνί γε μὴν ὡς ἔν γε τοῖς ἡγιασμένοις ἐν Χριστῷ τῷ μεγάλῳ καὶ κατ' ἀλήθειαν ἀρχιερεῖ, ᾧ προσπεφύκαμεν διὰ πνεύματος, κοινωνοὶ καὶ μέτοχοι τῆς οἰκείας αὐτοῦ φύσεως ἀναδεδειγμένοι. Τοιγάρτοι καὶ εἰς ἀδελφότητα κεκληκὼς τοὺς ἐν πίστει δεδικαιωμένους, ὥσπερ κοινωνοῖς αὐτοῖς ἐπαγάλλεται λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.» Ἢ γὰρ οὐχὶ τῷ προσώπῳ Χριστοῦ καὶ τὸν ἐπὶ τῷδε λόγον ἀνάπτειν ἐδόκει τῶ θεσπεσίῳ Παύλῳ; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἀπείργει δὴ οὖν τοῦ ἱερᾶσθαι δεῖν τὸν ἐφ' ὅτῳ οὖν τῶν ὠνομασμένων, ὡς ἄῤῥωστον καὶ κατεσκωμμένον. Οὐ γὰρ προσελεύσεται, φησὶ, προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ, ἄνθρωπος τυφλὸς ἢ χωλός. Ἔχει μὲν οὖν αὐτόθεν, κἂν εἰ νοοῖτο σωματικῶς, πολὺ