De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
κοινή· καὶ τόπος ἅγιος, ὁ πρέπων αὐτοῖς. Τὰ δὲ ὅσα περίεστιν, ἐν δωροφορίας τάξει προσενηνεγμένα, παραλαβὼν, δεύτερόν πως, φησὶν, ἐν ἑαυτοῖς ἔχει λόγον· καὶ παντὶ προσκείσεται τῷ οἴκῳ τοῖς ἱερουργοῖς, εἰ μόνον εἴη καθαρὸς, τοῦτ' ἔστιν, ἀβέβηλος· κατὰ μὲν τὸν νόμον, εἰ μὴ ἀπερίτμητος, εἰ μὴ ἀλλογενὴς, εἰ μὴ λεπρὸς, εἰ μὴ γονοῤῥυής· κατὰ δέ γε τὸν τοῦ νέου Γράμματος σκοπὸν καὶ ἀσφάλειαν ἐκκλησιαστικὴν, εἰ μὴ ἀνίερός τε καὶ ἄπιστος, εἰ εὐσεβὴς καὶ φιλόθεος. Πρέποι γὰρ ἂν ὅτι μάλιστά γε τοῖς εἰς θείαν ἱερουργίαν ἠγμένοις, κολλᾶσθαι φιλεῖν τοὺς οἵπερ ἂν εἶεν ἀγαθοί τε τὴν ἕξιν, καὶ φιλοθεΐας ἔμπλεω τὴν διάνοιαν ἔχοντες. Προστιθεὶς δὲ τούτοις, ὅτι «∆ιαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι Κυρίου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σοῦ,» τηρεῖσθαί που πάντως ἐκεῖνο προστέταχεν, ὃ καὶ ἐν ἑτέροις ἔφη· «Οὐ διαλείψει ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν. Ἐπὶ παντὶ δώρῳ ὑμῶν προσ 68.841 οίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλα.» Κατεπάττετο δὲ ἁλσὶν ἡ θυσία, τοῦ τύπου σημαίνοντος τὸ ἐμφρόνως χρῆναι καθιεροῦσθαι Θεῷ, καὶ οἱονεὶ ποιεῖσθαι νοστιμωτάτην αὐτῷ τὴν πρόσοδον. Οὐ γὰρ βρωθήσεται ἄρτος ἄνευ ἅλατος, κατὰ τὸ γεγραμμένον. «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς,» τοῖς ἁγίοις ἀποστόλοις προσπεφώνηκεν ὁ Χριστός. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Νόμοι μὲν οὖν οἴδε εἰσὶ, καθ' οὓς ἱερᾶσθαι πρέπει τοὺς ἡγιασμένους. Ὅτι δὲ τοὺς ἐξειλεγμένους, ἀρίστην ἐφ' ἑαυτοῖς λαχόντας τὴν ψῆφον, ἀποφοιτᾷν ἀναγκαῖον καὶ βεβήλου συνουσίας, καὶ μερίμνης κοσμικῆς, ἐφ' ἧς ἂν γένοιτο καὶ τὸν εὖ βεβηκότα καταμεθύσκεσθαι νοῦν, καὶ μονονουχὶ κατασείεσθαι πρὸς ἐκτόπους ἡδονὰς, διασαφηνιεῖ λέγων ἐν τῷ Λευϊτικῷ· «Οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προπορευομένων ὑμῶν εἰς τὸ θυσιαστήριον καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν διαστεῖλαι ἀναμέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀναμέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν. Καὶ συμβιβάσεις τοῖς υἱοῖς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα ἃ ἐλάλησε Κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωσῆ.» Ἄθρει δὴ οὖν τὸ ἐγρηγορέναι δεῖν ἀναγκαῖον αὐτοῖς, καὶ θανάτου πρόξενον, τῷ νῷ κατεσκοτισμένῳ καὶ πεφροντισμένῃ καρδίᾳ, καὶ μέθην ἐχούσῃ κοσμικήν· μεθύουσι γὰρ ἄνευ οἴνου τινὲς, τὸ λειτουργίας ἅπτεσθαι τῆς ἱερᾶς. Οἴχεται γὰρ ἔσθ' ὅτε πρὸς τὸ ἀκαλλὲς ὁ νοῦς ὀρθοποδεῖν οὐκ ἔχων, καὶ διαπίπτει τὰ ἱερὰ, καὶ ἐν κόσμῳ μὲν οὐκέτι τὰ δρώμενα, διέῤῥιπται δὲ ὥσπερ τῆς εὐθείας ὁδοῦ· ὃ δὴ πεπονθότας, ἀνάγκη προσκρούειν Θεῷ, καὶ πικρὰς τῆς ῥᾳθυμίας ἀνατλῆναι δίκας. Ἐγρηγορέναι δὴ οὖν ἀναγκαῖον, μέθνη ἀποσειομένους, τὴν ἐκ μερίμνης κοσμικῆς. Τοῦτό τοι δρᾷν καὶ αὐτὸς ὁ Σωτὴρ ἀναπείθει, λέγων· «Προσέχετε μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν φροντίδι καὶ μερίμναις βιωτικαῖς.» Τίς δ' ἂν γένοιτο πρὸς ἡμῶν ὁ τῆς νήψεως τρόπος, ἢ πῶς ἀβέβηλοί τε καὶ καθαροὶ καὶ δίκης ἔξω μενοῦμεν, ὑπεσήμανεν εὐθύς. «∆ιάστειλαι γὰρ, φησὶν, ἀνὰ μέσον ἁγίου καὶ βεβήλου, καὶ καθαροῦ καὶ ἀκαθάρτου· καὶ συμβιβάσεις τοὺς υἱοὺς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα, ἃ ἐλάλησε Κύριος ἐν χειρὶ Μωσῆ.» Τοῦτο δέ ἐστιν ἐναργῶς ἐκεῖνο εἰπεῖν, ὅτι προσήκει τοὺς ἱερέας τὸ μεθύειν ἀποσειομένους, ἀποφοιτᾷν ἀνδρῶν οὐχ ἁγίων, βεβήλων δὲ καὶ ἀκαθάρτων. ∆ρῴη δ' ἂν, οἶμαι, τὶς αὐτὸ καὶ μάλα ῥᾳδίως, ἀβέβηλός τε ὑπάρχων καὶ καθαρός· «Πᾶν γὰρ ζῶον, φησὶν, ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.» Καὶ πρός γε δὴ τούτῳ, σοφοὺς εἶναι προσήκει καὶ διδακτικούς· ὁ γάρ τοι τῆς λογικῆς ἀγέλης προσεγκείμενος, νηφάλιος ἔστω καὶ διδακτικός. Εὖ γε δὴ σφόδρα τὸ, Συμβιβάσεις, φησὶ, τοῦτ' ἔστι, σαφηνιεῖς, ὡς ἰσχύσαι συνιδεῖν τοὺς ἀκροωμένους, ὡς ἔστι παιδαγωγὸς ὁ νόμος, καὶ λαλεῖ τὸ Χριστοῦ μυστήριον· δυσέφικτον γὰρ οὐδέν. ἢ συμβιβασμοῦ δεόμενον, εἰ μὴ νοοῖτο πνευματικῶς· κομιδῇ γὰρ ἁπλοῦς καὶ τῶν ἀσαφείας κατασκιασμάτων ὁ τῆς ἱστορίας ἀπήλλακται λόγος.