De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τὸ χρῆμα τὸ ἀκαλλές· ἐξεῤῥυηκότοιν γὰρ ὀφθαλμοῖν, καὶ μὴν καὶ ποδὸς οὐκ ἐρηρεισμένου, ὀρθὰ βαίνειν οὐκ ἔχοντος, πῶς οὐκ ἄμεινον ἠρεμεῖν, οὐδὲ ὅποι ποτὲ ἰέναι χρὴ τὸν ἱερέα διεγνωκότα, ἤγουν ἰέναι σὺν γέλωτι, ποδί τε καὶ ὀφθαλμοῖς ἀλλοτρίοις χρώμενον; Ἀλλ' εἴη μὲν ἂν οὐ πολὺς ὁ τοῦδε λόγος. Τὰ δ' ἀναγκαῖα πρὸς γνῶσιν καὶ θεωρίαν ἡμῖν τὴν πνευματικὴν, φέρε λέγωμεν, τὸ τῆς ἱστορίας ὑποτρέχοντες παχύ. Τυφλὸν μὲν οὖν ἔοικε τὸν εὐήθη λίαν καὶ ἀνούστατον ἀποκαλεῖν. Ὃ γάρ ἐστιν ὀφθαλμὸς τῷ γηΐνῳ σώματι, τοῦτο καὶ ἐν ψυχῇ λέγοιτ' ἂν ὁ νοῦς, φωτὶ μὲν τῷ θείῳ καταλαμπόμενος, καὶ πρὸς αὐτὸ τὸ ἀκήρατον ἀναμύων κάλλος, καὶ ταῖς τῶν ἐννοιῶν ἰσχναῖς οἱονεί πως καὶ εὐστρόφοις κινήσεσιν ἀναθρώσκων εὖ μάλα πρὸς τὸ ἀκριβὲς ἐν δόξῃ, καὶ δογματικῆς ὀρθότητος οὐχ ἁμαρτάνειν εἰδώς. Τοῦτο, οἶμαι, ἐστὶ τὸ παροιμιωδῶς εἰρημένον, «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.» Εἴρηται δέ που καὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα βλέπουσαν οὐκ ὀρθῶς· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλὴ, ἀλλ' ἢ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῶον ἐκχέειν αὐτὸ, καὶ εἰς τὰ ἀδικήματά σου, καὶ εἰς φόνον τοῦ ποιεῖν αὐτά.» Ἀνεπιτήδειος οὖν εἰς ἱερουργίαν ὁ τυφλὸς νοητῶς, τοῦτ' ἔστιν ὁ παντελῶς ἀσύνετος, καὶ νοῦν καὶ φρένα λελωβημένος. Ἀνεπιτήδειος δὲ πρὸς τούτῳ καὶ ὁ χωλὸς, τοῦτ' ἔστιν ἀνὴρ ὀρθοποδεῖν οὐκ εἰδὼς, καὶ πρὸς τὸ ἀρτίως βαίνειν οὐκ εὐσθενής. Ἡ μὲν γὰρ τυφλότης, καθάπερ ἔφην ἀρτίως, τῆς εἰς ἄκρον ἀσυνεσίας σύμβολον· χωλότης δὲ αὖ, τῆς οἱονεὶ κεκλασμένης καὶ ἀδρανοῦς κινήσεώς τε καὶ προθυμίας, ἣν ἂν ἐφ' ἑκάστῳ ποιοῖτό τις τυχὸν τῶν πρακτέων. Εἰ μὴ τοῖς οὕτω λελωβημένοις ἐπιφωνεῖν ἄξιον· 68.788 «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα.» Ἐπῃτιᾶτο δὲ καὶ αὐτὸς ὁ Χριστὸς τοὺς τῶν Ἰουδαίων δήμους, ὡς ὀρθὰς μὲν οὐκ ἀνεχομένους ποιεῖσθαι τὰς ἐπ' αὐτῷ τροχιὰς, ἐκτετραμμένας δὲ μᾶλλον εἰς τὸ χωλὸν, καὶ τῶν τῆς ὀρθότητος ἀπολισθήσαντας λογισμῶν. «Υἱοὶ γὰρ,» φησὶν, «ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ἐν ἴσῳ δὴ οὖν ἀλλήλαιν καὶ ἀγχοῦ λίαν, ὡς ἐν ὁμοιότητι παθῶν, χωλότης νοῦ καὶ τυφλότης· ἡ μὲν τὸ ὡς ἐν συνέσει τίμιον, ἡ δὲ τὸ ὡς ἐν ἔργοις ἀγαθοῖς εὐσθενὲς, εἰς ἀχρειότητα καταφέρουσαι. Ἀπόβλητον δὲ πρὸς τούτοις ὁ νόμος ποιεῖσθαι δεῖν ἔφη τὸν κολοβόρινον, καὶ σὺν αὐτῷ τὸν ὠτότμητον. Ἐφαρμόσειε δ' ἄν τις ἐπ' αὐτοῖς τὸν τοιόνδε λόγον. Αἰσθήσεσι μὲν γὰρ ταῖς ὀσφρητικαῖς τὰ κάκοσμά τε καὶ εὐοσμότατα δοκιμάζεται, τῶν ὅσα ἐστὶν ἐν φύσει τοιᾷδε, τῇ τὸ ὀδωδέναι λαχούσῃ, φημί· διακριτικὴ δὲ λίαν ἡ αἴσθησις, καὶ τοῦ κατευφραίνειν εἰδότος, καὶ τοῦ μὴ τοιῶσδε τυχὸν, ἀλλ' ἑτεροίως ἔχοντος, καὶ ὡς ἐν χείρονι μοίρᾳ· νοῦς γε μὴν ἔφη ὁ ἀνθρώπινος, εἰ ἀρτίως ἔχοι τυχὸν ἔν γε τοῖς καθ' ἑαυτὸν, ἴεται μὲν εὐσθενῶς εἰς τὸ διακρίνειν δύνασθαι τὴν τῶν πραγμάτων ποιότητα, ἀκριβῆ δὲ τὴν βάσανον ἐφ' ἑκάστῳ ποιήσεται, καὶ οἷά τις ἄριστος τραπεζίτης δοκιμάζων ἅπαντα, καὶ τὸ μὲν καλὸν κατέχων, καὶ ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπεχόμενος, κατὰ τὸ γεγραμμένον, εὐδοκιμήσει λίαν. Κατακιβδηλεύει γὰρ τὸ οἱονείπως αἰσχρὸν καὶ παράσημον τῶν δρωμένων, προσοῖτο δ' ἂν εὐκόλως τὸ ἐπωφελές τε καὶ ἄμεινον. Οὐκοῦν ἡ σιμότης, τὸ μὴ ἄγαν ὑγιὲς καὶ ἀρτίως ἔχον ὡς ἐν αἰσθήσει δηλοῖ, καθ' ἣν ἕκαστα τῶν πραγμάτων ἄριστα διακρίνοντες, τὴν ἀμείνω μὲν τοῖς ἀρίστοις, τὴν χείρω δὲ τοῖς αἰσχίοσιν ἀπονέμοντες ψῆφον, σοφοί τε καὶ ἀγχίνοοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἐσμέν τε καὶ ὠνομάσμεθα. Ὀσμὴ γὰρ ὥσπερ εἰς νοῦν ἀναθρώσκουσα, τῶν ὑπ' αὐτοῦ νοουμένων οἱονεὶ ποιότης πραγματική. Τὸ δὲ δὴ παρακεκόφθαι τὸ οὖς, ὑπεμφήνειεν ἂν, ὥς γέ μοι δοκεῖ, τὸ δυσήκοον. Παρακεκομμένης γὰρ ἀκοῆς, δοίην ἂν ἔγωγε πάθος εἶναι τὸ ἐκ μέρους εὐπειθὲς, καὶ οὐχ ὁλοκλήρως εὐήνιον εἰς ὑπακοὴν, ἤγουν τὸ μὴ ἀμωμήτως ἐπαΐειν δύνασθαι τῶν ἱερῶν, μάλιστα δὲ γραμμάτων, ὃ δὴ καὶ δρῶσί τινες, ἐφ' ἃ μὴ προσῆκεν ἀβουλότατα παρατρέποντες τῆς ψυχῆς τὸ εὐήκοον. Εἶεν δ'